阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον Κύπρου

Μάξιμος ὁ Ὁμολογητής

Επίλογος και οδηγίες περί των χειρογράφων

Καταληκτήριες παρατηρήσεις περί της μελέτης θεολογικών τετραδίων και της ασφαλούς αντιγραφής του υπομνήματος στο κατά Ιωάννην Ευαγγέλιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 4

Τὰς σταλείσας τετράδας, καίτοι μὴ κατὰ σχολὴν μετιών, λέγω δὴ τὰς περὶ ψυχῆς καὶ τῶν λοιπῶν κεφαλαίων, τὸ δοκοῦν περὶ αὐτῶν γνωρίζω. Τὸ γὰρ τάχος τοῦ ἐξορμῶντος, οὐ συνεχώρει ταύτας διελθεῖν· ὅτι καὶ μετὰ πλείους ἡμέρας τοῦ καταλαβεῖν ἐν τῷ Βυζακίῳ, πρὸς τὴν ἐμὴν γέγονεν οὐδενίαν ἐν Καρθαγένῃ. Λοιπὸν δὲ καὶ εἰργομένῳ μοι κἀκ τῆς προσούσης μοι τῶν ὀμμάτων ὡς εἰπεῖν ἀδρανείας· ἐπεὶ καὶ τὴν περὶ τούτων κέλευσιν ὑμῶν, ὡς τάχος ἠβουλόμην πληρῶσαι, πέπομφα. Ἡ κριθεῖσα τῆς μεταγραφῆς χάριν τοῦ τείχους οἰκονομία, τοῖς ἁγιωτάτοις ὑμῖν, τοῦ τὴν ἑρμηνείαν ἔχοντος τοῦ εὐαγγελιστοῦ Ἰωάννου, κἀμοὶ τῷ ὑμετέρῳ λίαν πέφανται προσηνής, ὡς ἂν μὴ καταδρομῆς αἰτία γένηται κατὰ τοῦ ἐκθεμένου, τοῖς πάντα κατὰ τὸ δοκοῦν μεταλλεύειν οὐ καλῶς πειρωμένοις.