ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΜΑΡΙΝΟΝ. Ἐκ τῆς περὶ ἐνεργειῶν καὶ θελημάτων πραγματείας, κεφάλ. ν Ὅτι Σευῆρος κακούργως ταυτὸν εἶναι λέγει τῇ φύσει τὴν ὑπόστασιν, ἵνα τὴν σύγχυσιν διὰ τῆς μιᾶς κυρώσῃ φύσεως, καὶ φύγῃ τὸν ἔλεγχον, ὑπόστασιν λέγων νενοηκέναι τὴν φύσιν καὶ πάλιν τὴν διαίρεσιν εἰσηγήσηται, τὴν ἐξ ὑποστάσεως πρεσβεύων ἕνωσιν· καὶ δόξῃ λανθάνειν ἀντὶ φύσεων ἐκδέχεσθαι φάσκων τὰς ὑποστάσεις. Καὶ αὖθις τὴν ἀνυπαρξίαν τῶν φύσεων, διὰ τῆς ψιλῆς διαφορᾶς ἐγκαλούμενος, εὕρῃ καταφυγὴν ἀπολογίας, τὴν ψιλὴν ἐν ποιότητι φυσικῇ διαφοράν. Καὶ ὅτι καθάπερ Νεστόριος ψιλὴν λέγων τὴν ἕνωσιν, πραγματικὴν εἰσῆγε διαίρεσιν· οὕτω καὶ Σευῆρος ψιλὴν λέγων φύσεων διαφοράν, πραγματικὴν ποιεῖται τὴν σύγχυσιν.