Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Τόμος δογματικὸς πρὸς Μαρίνον διάκονον
Επίλογος και ερμηνευτικά σχόλια
Κατακλείδα του δογματικού τόμου με αίτημα συγχώρησης, δοξολογία και σειρά σύντομων επισυναπτόμενων σχολίων.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Επίλογος και ερμηνευτικά σχόλια
Κατακλείδα του δογματικού τόμου με αίτημα συγχώρησης, δοξολογία και σειρά σύντομων επισυναπτόμενων σχολίων.
Τούτων μοι παρεκβατικῶς νῦν λελεγμένων πρὸς τὴν σὴν θεοτίμητον ἁγιστείαν, παρακαλῶ τὴν ἐπ’ αὐτοῖς, ἢ μὴ προσηκόντως ῥηθεῖσιν, ἢ μὴ νοηθεῖσι καλῶς, συγγνώμην ὁμοῦ καὶ διόρθωσίν μοι χαρίσασθαι, φιλαγάθῳ πατρικῆς εὐσπλαχνίας στοργῇ καὶ μιμήσει· καὶ Χριστῷ τῷ Θεῷ με παραθέσθαι, τῷ σὺν Πατρὶ καὶ Πνεύματι ἁγίῳ δοξαζομένῳ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΣΧΟΛΙΑ. α. Ἄτοπον, φησί, τὸ ἓν θέλημα μερίζεσθαι. Τοῦτο γὰρ ἀναγκάζει ἡ φυσικὴ συγγένεια· καὶ τὸ μὲν ἥμισυ τῇ μιᾷ, τὸ δὲ λοιπὸν τῇ λοιπῇ φύσει δίδοσθαι· καὶ οὕτως ἀλλοτριοῦν τὸν Χριστὸν τοῦ Θεοῦ καὶ ἡμῶν, ὡς οὐκ ἐχόντων σύνθετον θέλημα. β. Ὅτι τὴν διαφοράν, καὶ τὴν ἕνωσιν οἱ Πατέρες κατὰ τῆς συγχύσεως, καὶ τῆς ὁμοτίμου αὐτῇ διαιρέσεως ἐδογμάτισαν. γ. Ὁ Νεῖλος. Ἔστιν ὑποστατική, ἀλλ’ ἐφ’ ἡμῶν ἡ παράλογος, δι’ ἣν ἄνθρωπος ὁ Θεός, ἵν’ ἐπανασώσῃ τὸν ἄνθρωπον· ἀπαλλάξας ταύτης, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας· ἤγουν ὅσοι φοβούμενοι τὴν ὀδύνην, τὴν ἡδονὴν περιεποιοῦντο, τὴν μητέρα τῆς ὀδύνης· τὴν τῆς φθορᾶς ἀρχηγόν· τὴν τοῦ θανάτου προαγωγὸν καὶ προμνήστριαν.
著作
文本
在新窗口中打开相关段落。