Ποτὲ τὴν πάντων τῶν φυσικῶν τελείαν ἀπόφασιν, διὰ τῆς οἰκειώσεως, καὶ τοῦ μυστηρίου, καθὼς ἔφην, τὴν ὅλην ἀνατροπήν· ἐν σχέσει ψιλῇ τούτων αὐτοῖς ἁπάντων ἐπ’ αὐτοῦ λαμβανομένων, καὶ οὐ φυσικῶς ὡς ἀνθρώπου τοῦ σαρκωθέντος Θεοῦ καθ’ ἕνωσιν γνωριζομένων· δέον μὴ τῆς ἀληθείας ἐξίστασθαι· συννεύειν δὲ μᾶλλον αὐτῇ διὰ πάντων καὶ συνηγορεῖν, κατὰ τὴν ἀπαράλειπτον τῶν τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν φύσεων, καὶ τῶν προσόντων ταῖς φύσεσι πίστωσιν εἰλικρινῆ καὶ βεβαιωτάτην ὁμολογίαν· ᾧ ἡ δόξα σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.