Apoc. 4 Ὑπ(όθεσις) Βʹ. Πε(ρὶ) τῆς οὐρανίου θύρας καὶ ἀναβάσεως τοῦ θεωροῦ.
Ἀποπεράνας οὖν τὰ περὶ τῶν ἑπτὰ ἐκκλησιῶν αὐτῷ ἐντεταλμένα, «Εἶδον, φησίν, καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ φωνὴ ἐκεῖθεν μεγάλη κελεύουσά μοι, Ἀνάβηθι ὧδε, καὶ δείξω σοι ἃ δεῖ μετὰ ταῦτα γενέσθαι. Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι,» ἤτοι ἐν ἐκστάσει· «καὶ ἰδοὺ κείμενος θρόνος ἐν τῷ οὐρανῷ, καὶ ὁ καθήμενος ἐν αὐτῷ ὅμοιος λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ κύκλωθεν τοῦ θρόνου ἶρις ὁμοία λίθῳ σμαραγδίνῳ, καὶ πάλιν τούτου κύκλωθεν εἰκοσιτέσσαρες θρόνοι, ἐν οἷς καὶ ἐκάθηντο εἰκοσιτέσσαρες πρεσβύτεροι περιβεβλημένοι στολὰς λευκὰς καὶ ἐστεμμένοι τὰς κεφαλὰς στεφάνους χρυσοῦς. Ἐκ δὲ τοῦ μεγάλου θρόνου ἐξήεσαν ἀστραπαὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἔμπροσθεν αὐτοῦ, καὶ θάλασσα ὁμοία κρυστάλλῳ κατέναντι τοῦ θρόνου· καὶ τέσσαρα ζῶα ἔσωθεν καὶ ἔξωθεν καὶ ἔμπροσθεν καὶ ὄπισθεν γέμοντα ὀφθαλμούς, καὶ τὰ πρόσωπα αὐτῶν πρόσωπον λέοντος καὶ πρόσωπον μόσχου, πρόσωπον ἀνθρώπου, καὶ τὸ τέταρτον ὅμοιον ἀετῷ. Καὶ ἑκάστῳ τῶν τεσσάρων πτέρυγες ἕξ· ἃ καὶ βοῶσιν ἀκαταπαύστως, Ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ».