Ἑρμ(ηνεία): Οἱ ἐμοί, φησί, δοῦλοι καὶ τῆς ἁμαρτίας ἐχθροί, ἐξέλθετε καὶ διαχωρίσθητε τῆς πόλεως πόρνης, ὅπως μὴ γένησθε τῆς ἁμαρτίας αὐτῆς καὶ τῆς κακώσεως κοινωνοί.
Ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνήσθη Κύριος τῶν ἀδικημάτων αὐτῆς καὶ εἶπεν· Ὡς αὐτὴ ἀπέδωκε τὰ διπλᾶ, οὕτως καὶ αὐτῇ ἀπόδοτε τὰ διπλᾷ κατὰ τὰ ἔργα αὐτῆς, καὶ ἐν ᾧ ἐκέρασε ποτηρίῳ διπλῷ κεράσατε αὐτὴν κατὰ τὸ μέτρον τοῦ στρήνους αὐτῆς, καὶ δότε αὐτῇ βασανισμὸν πένθους. Ὅτι εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς, Βασίλισσά εἰμι, οὐ χήρα, καὶ οὐ μὴ πένθος ἴδω ἐν ἐμοί· καὶ διὰ τοῦτο ἐν ἡμέρᾳ μιᾷ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος, καὶ ἐν πυρὶ αὐτὴν κατακαύσουσιν, ὅτι δίκαιος Κύριος ὁ κρίνων αὐτήν. Καὶ κλαύσουσι καὶ κόψονται οἱ στρηνιάσαντες καὶ πορνεύσαντες ἐν αὐτῇ βασιλεῖς, ἑστηκότες ἀπὸ μακρόθεν διὰ τὸν φόβον τοῦ βασανισμοῦ τῆς πυρώσεως αὐτῆς, κλαίοντες καὶ λέγοντες, Οὐαὶ οὐαί, Βαβυλὼν ἡ μεγάλη, καὶ πόλις ἡ ὀχυρά, ὅτι ἐν ὥρᾳ μιᾷ ἦλθεν ἡ κρίσις σου.