Τί ἀδελφιδός σου, ὅτι οὕτως ὥρκισας ἡμᾶς;
Ἀπόκρισις <τῆς νύμφης> Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων· κεφαλὴ αὐτοῦ χρυσίον ὡς φάτζ, βόστρυχοι αὐτοῦ ἐλαταί, μελαναὶ ὡς κόραξ· ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραί, ἐπὶ πληρωμάτων ὑδάτων καθήμεναι, λελουμέναι ἐν γάλακτι· σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά, χείλη αὐτοῦ κρίνα, στάζοντα σμύρναν πλήρη, χεῖρες αὐτοῦ τορευταί, χρυσαῖ πεπληρωμέναι θαρσείς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, κνῆμαι αὐτοῦ, στύλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι· φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία.