Ἔδει γὰρ τὸν ἅγιον καὶ ὑπεράγιον καὶ ὄντως πανάγιον τῶν ἁγίων εἰς ἁγιώτατον ναὸν κατασκηνῶσαι, θαυμαστὸν ἐν δικαιοσύνῃ. «Ἅγιος», φησίν, «ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ».
Εἰ γὰρ εἶπεν ἅγιον ναὸν καὶ θαυμαστόν, εἶχεν ἄν τις ὑποτοπάσαι τὸν σολομώντειον ναόν· προσθεὶς δὲ τὸ «θαυμαστὸς ἐν δικαιοσύνῃ» ἐδήλωσεν ἀριδήλως ἔμψυχον ναὸν τὴν θεοχώρητον κόρην καὶ θεοπρόκριτον. Ἔστι, φησί, καὶ χειροποίητος ναός, ἅγιος τῷ Θεῷ· πάλαι μὲν διὰ τὰς θυσίας τὰς ἀναιμάκτους καὶ χαρακτῆρας ἁγίας δεσποτικὰς καὶ δούλων γνησίων Θεοῦ καὶ λέγεται εἰκότως ναὸς ἄψυχος, ἅγιος Θεοῦ, καὶ οὐκ ἄν τις εἴποι ναὸν τοιοῦτον εἶναι ἁμαρτωλόν. Ἔμψυχος δὲ ναὸς Θεοῦ ἄνθρωπός ἐστι καὶ λέγεται· ἁμαρτωλὸς δὲ γεγονὼς ἀφαιρεῖται τοῦ εἶναι ἢ λέγεσθαι ναὸς Θεοῦ. Ἐμοῦ δὲ λόγος, φησί, περὶ ἐμψύχου ναοῦ καὶ παναγίου ὄντως καὶ θαυμαστοῦ· ὃν καὶ θαυμάζων προσέθηκε «θαυμαστὸς ἐν δικαιοσύνῃ», τὴν ἐσομένην προβλέπων ἐμψυχωμένον ναὸν Θεοῦ θαυμαστὸν ἐν δικαιοσύνῃ. Στέφανος δὲ ὁ πρώταθλος φαίη· «Σολομὼν δέ», φησίν, «ᾠκοδόμησεν αὐτῷ οἶκον», δηλονότι τῷ Θεῷ, «ἀλλ’ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· Οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;»