<ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΑΠΟΣΠΑΣΜΑ ΑΠΟΚΡΙΤΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ>
***] «τῶν σοφῶν τοῦ αἰῶνος τούτου». Ἐμοὶ δὲ ἀρκούντως οἶμαι τὰ τῆς ἀποκρίσεως ἔχειν καὶ δεῖ με λοιπὸν αὐτὴν καταπαῦσαι.
Σὺ δὲ λοιπὸν ἀπερίεργος ἔσο περὶ ὧν με προεπύθου, πείθων σαυτὸν ἀφ’ ὧν ἤκουσας ἀνωτέρω παραδειγμάτων καὶ ἀφ’ ὧν ἤκουσας αὖθις πρὸς θείους ἄνδρας θείας ἐκκαλύψεις καὶ ἀφ’ ὧν ἤκουσας ἀρτίως Ἑλλήνων θείας ἐκφαντορίας· πρὸς τοῦτο γὰρ καὶ ἐγράφησαν αἱ θεόπνευστοι βίβλοι, ἵνα ἐντεῦθεν καὶ ἡμεῖς φωτισθέντες πιστεύωμεν ἀσφαλῶς, ὅπως διὰ πίστεως ἀσφαλοῦς καὶ καθαρᾶς πολιτείας καὶ χρηστῶν ἔργων καταξιωθῶμεν τῆς ἀθανάτου ζωῆς, ἔνθα ὁ τρισάγιος ὕμνος ἐξᾴδεται ἀπαύστως, ἔνθα τῆς τρισαγίου μονάδος τὸ ἀπρό[σι]τον φῶς δοξάζεται ἀλήκτως καὶ ὑπὸ πάσης κτίσεως χρεωστικῶς προσκυνεῖται πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.