Ἔργον
Νικηφόρος Βλεμμύδης – Τυπικόν
Κανόνες προσευχής και λειτουργικής ευταξίας
Προτροπές για την τέλεση των ακολουθιών με απλότητα, χωρίς πολύπλοκες μελωδίες, και κανονισμοί για τη στάση του σώματος, τη σιωπή και το ήθος εντός του ναού.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Κανόνες προσευχής και λειτουργικής ευταξίας
Προτροπές για την τέλεση των ακολουθιών με απλότητα, χωρίς πολύπλοκες μελωδίες, και κανονισμοί για τη στάση του σώματος, τη σιωπή και το ήθος εντός του ναού.
ιγ. Περὶ τοῦ τὰς εἰς θεὸν ἐντεύξεις ἄνευ ᾀσμάτων τελεῖσθαι καὶ πᾶσαν εὐταξίαν εἶναι ἐν τῷ ναῷ. Τοῖς ἑαυτοὺς ὅλους ἐκδεδωκόσι τῷ παραγαγόντι θεῷ καὶ πάντα κόσμον παρωσαμένοις διὰ τὴν ἀγάπην τοῦ ἐκλεξαμένου αὐτοὺς ἐκ τοῦ κόσμου καὶ τὴν ὑπερκόσμιον ἑλομένοις ἐν κυρίῳ ζωὴν καὶ ὑπὲρ τοὺς πολλοὺς ὁρᾶσθαι προσήκει καὶ τῆς κοινῆς καὶ καθωμιλημένης ὑπερτέροις εἶναι διαγωγῆς. ὅθεν οἱ τῆς ἡσυχίας ἐπώνυμοι καὶ τῆς ἀσκήσεως ἐργασταὶ πᾶσαν ἐπίνοιαν τερπωλῆς ὅλως λιπόντες καὶ μέθοδον εὐσταθῶς καὶ ἀμεθελκύτως τῷ θεῷ προσανέχειν ἑαυτοὺς σκυτεινέτωσαν, νῷ καὶ λόγῳ καὶ πράξει, τοῖς ὅλοις, εἱλικρινεστάτως αὐτῷ λατρεύοντες. ὅθεν μηδὲ τοὺς ὕμνους καὶ τὰς δεήσεις ᾀσματικῶς ἐκφωνεῖν μετὰ μελῳδίας καὶ ἤχων ἐναλλαγῆς προθυμείσθωσαν, οὐχ’ ὅτι τὸ οὕτω ψάλλειν ἀπόβλητον—ἀποδεκτὸν γὰρ καὶ μᾶλλον ἐν ταῖς κοιναῖς συνελεύσεσιν, ἐπεὶ καὶ τοῖς πολλοῖς καὶ τούτων ἔτι τοῖς νωθεστέροις ἁρμοδιώτατον· καὶ νυσταγμὸν γὰρ ἀφαιρεῖται καὶ ὄκνον ἀπελαύνει καὶ τὰ πολλὰ συμβάλλεται πρὸς διέγερσιν—ἀλλ’ ὅτι τοῦ καλοῦ κρεῖττον καὶ τοῦ τιμίου τιμιώτερον καὶ τοῖς σπουδαίοις ἐπιπρεπέστατον τὸ χωρίς τινος ἡδονῆς παραρτήματος θυμηδίᾳ μόνῃ πνευματικῇ καὶ χαροποιῷ κατανύξει γεραίρειν καὶ δυσωπεῖν ὅλῃ τάσει ψυχῆς ἀνοθεύτῳ τὸν κύριον.
ἡ δὲ κατὰ τὴν ὑμνολογίαν καὶ ἱκεσίαν ἔστω φωνὴ μήτε λίαν ἠρεμαία καὶ οἷα τῶν ἀποψυχόντων μήτε βίαιος καὶ τὰ ὄργανα διαρρήσσουσα· πανταχοῦ γὰρ τοὐπίπαν ἡ μεσότης ἐπαινετή. πᾶσα δ’ ἀργείτω παντελῶς ὁμιλία καὶ ἡ δοκοῦσα χρησιμωτάτη κατὰ πάντα καιρὸν ἁπάσης πρὸς τὸν δεσπότην ὑμνήσεως ἢ δυσωπήσεως, ἀλλὰ κἀν τοῖς διαλείμμασιν ἐκτετοπίσθω τοῦ ἱερωτάτου ναοῦ πᾶσα κοινὴ λαλιὰ καὶ μὴ ὅλη κατὰ θεόν. μήτε δὲ καθήμενός τις λεγέτω τι τῶν θείων καὶ ἱερῶν, ὥς τινες ἢ καὶ πάντες σχεδὸν τὰ λεγόμενα καθίσματα ψάλλειν εἰώθασιν, ἀλλὰ πάντες πάντα λεγέτωσαν ἑστῶτες τὰ θεῖα καὶ ἱερά, μήτε καθισάτω μηδεὶς ἐκτὸς ἀναγνώσεως καιροῦ, μηδ’ ὁ πάντων γεραίτατος ἢ νοσωδέστατος, ἀλλ’ ὁ μὴ δυνάμενος ἵστασθαι, γέρων ὢν ἀσθενὴς ἢ νόσῳ ταλαιπωρούμενος, ἐξιὼν τοῦ ναοῦ διὰ τοῦ καθίσαι κατὰ μεγάλην βίαν ἐπὶ μικρὸν τυγχανέτω μικρᾶς ἀνέσεως, μὴ παρὰ τῶν πολλῶν καθορώμενος. ἀλλὰ μηδὲ παροδευέτω τις μέσον τοῦ ναοῦ, τῆς θείας ἐπιτελουμένης ἐντεύξεως, εἰ μὴ δι’ ὑπηρεσίαν ἱερὰν ἀπαραίτητον ἐν μόναις ταῖς ἀναγνώσεσιν. εὐταξία πᾶσα καθοράσθω κἀν τῷ ναῷ κἀν παντὶ τῷ σεμνείῳ παρὰ παντὸς τοῦ σεμνοτάτου πληρώματος τῶν ἀσκητῶν καὶ ἡσυχαστῶν.
著作
文本
在新窗口中打开相关段落。