Ὅ τι ἐκ μιαροῦ καὶ γόητος Ἑβραίου ἐλύττησεν ἡ αἵρεσις εἰς Λέοντα καὶ Κωνσταντῖνον τοὺς Ἰσαύρους.
Ἡ μὲν οὖν ἐκμηχανηθεῖσα σκηνὴ, καὶ τὸ πλάσμα τοιοῦτον, καὶ τῶν δραμάτων τὸ κομψὸν καὶ καταγεγοητευμένον, εἰς ὕστερον ἡμῖν εὐκάτοπτον διαδειχθήσεται· ὁ δὲ ἐν ἀποῤῥήτοις λόγος, ὁποῖος τοῖς πάθεσι τοῖς ἐκείνου συνήγορος εὐημερήσειν αὐτὸν κατὰ τὸν τῇδε βίον μάλιστα ὑπισχνούμενος, χρόνον τε ὡς μήκιστον διαζήσεσθαι, καὶ νίκας ὅτι πλείστας καὶ μεγίστας κατ’ ἐχθρῶν τε καὶ πολεμίων ἄρασθαι, οὗτος δὴ τίκτεται πρῶτον ἔκ τινος Ἰουδαίου μὲν τὴν θρησκείαν, μιαροῦ δὲ καὶ γόητος, καὶ μέγα κατὰ τῆς Χριστιανῶν ἐπιλελυττηκότος πίστεως, ὃς ᾤκητο μὲν, κατά τινας τῶν εἰδότων, περὶ τὴν Τιβεριάδα, ἔνθα προὔχων τῶν ὁμοεθνῶν ἦν. πρὸς δὲ τὸν τῶν Ἀράβων βασιλέα, ἐσχάτῃ νόσῳ τηνικαῦτα βληθέντα φοιτᾷ, ὑπισχνούμενος, εἰ πᾶσαν στήλην καὶ εἰκονογραφίαν τῶν ὑπὸ χεῖρα καθέλοι, τῆς μὲν νόσου ἀπαλλαγήσεσθαι, εὖ δὲ βιώσεσθαι, καὶ εὐδαιμονήσειν εἰς τὸ ἔπειτα, μάλα διαπρεπέστατα. Ὧν πέρι ἐν φθάσασι πλατύτερον εἴρηται, ὥστε δείκνυσθαι ἀληθῶς ἐξ Ἰουδαίων τε καὶ Σαρακηνῶν τὴν τοιαύτην ἠρτῆσθαι πλάνην· ἐκ δὴ τούτων, συγχωρήσει Θεοῦ, εἰς τὰ Χριστιανῶν ἐνσκῆψαν τὸ βλάβος ἐπιδεδήμηκεν.