Ἔρχεται γὰρ, φησὶν ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. ÷ Καὶ ἀνθρώποις μὲν ἐκ ψυχῆς καὶ σώματος ἡ ὕπαρξις·
Χριστὸς δὲ πρὸς ταῦτα καὶ Θεὸς ἦν.
Καὶ οὐ τὸ φαινόμενον ἦν μόνον, ἀλλὰ καὶ τὸ νοούμενον. Ταῦτα ὑπῆρχεν αὐτῷ, ἃ τῶν ἀνθρώπων οὐδενὶ ἑτέρῳ· ἐπεὶ οὖν οὐ ψιλὸς ἄνθρωπος, οὐδὲ τῶν πολλῶν εἷς, οὐδὲ ὅμοιος τοῖς πολλοῖς, διὰ τοῦτο φησὶν, ÷ ἐν ὁμοιώματι ἀνθρώπων γέγονε, ÷ τὴν μέντοι σάρκα καὶ τὸ φαινόμενον ὅμοιος ἀνθρώπῳ. Ἐπεὶ καὶ ἄνθρωπον αὐτὸν ἐν ἑτέροις φησὶν, ἡνίκα λέγει ÷ εἷς Θεὸς καὶ μεσίτης ἄνθρωπος Χριστὸς Ἰησοῦς. ÷ Καὶ πάλιν· ÷ ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος, καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, καὶ οὐ δή που ἀγγέλων, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ÷ Ἀλλὰ μὴν καὶ ὁμοίωμα ἀνθρώπου, ἄνθρωπος ἕτερος· οὐδὲ γὰρ ἵππος καὶ βοῦς ὁμοίωμα ἀνθρώπου, ὥστε κατὰ ταῦτα ἄνθρωπος ὁ Χριστός. Εἰ γὰρ μὴ τοῦτο δοῖεν, σκιὰ ἂν εἴη καὶ φάσμα, καὶ οὐκ ἔτι ἀνθρώπου ὁμοίωμα. Τί οὖν ἐροῦσι Ἰωάννῃ λέγοντι ÷ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ὑμῖν; ÷ Εἶτα ÷ μορφὴν δούλου, φασὶν οἱ φασματώδεις, ἔλαβεν ὅτε τὸ λέντιον διαζωσάμενος τοὺς πόδας τῶν μαθητῶν ἔνιψε· τοῦτό ἐστι μορφὴν δούλου λαβεῖν. ÷ Ἀλλ’ οὐκ ἔστι τοῦτο μορφὴν δούλου λαβεῖν, ἀλλ’ ἔργον δούλου. Ἕτερον δὲ ἔργον, καὶ ἕτερον μορφή.