Κωνσταντῖνος οὖν ἐν Σικελίᾳ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν δόλῳ φονευθεὶς ἐν τῷ λουτρῷ, ἤδη ἐν τῇ βασιλείᾳ εἰκοστὸν ἕβδομον ἀνύσας ἔτος, ἐτελεύτα.
Μεθ’ ὃν Κωνσταντῖνος ὁ υἱὸς τὰ τῆς βασιλείας ἐγχειρίζεται σκῆπτρα. καὶ τούτου ἀρξαμένου εὐθὺς ὁ τῶν Σαρακηνῶν ἡγούμενος ναῦς πλείστας κατασκευάσας κατὰ τοῦ Βυζαντίου ἐκπέμπει, ἡγεμόνα τούτων ἐπιστήσας, ἅτε πιστότατον καὶ τὰ πολέμια ἔμπειρον, κατὰ τὴν ἑαυτῶν διάλεκτον Χαλὲβ ὀνομαζόμενον· ὃς ἀναχθεὶς προσωρμίζετο ἐν προαστείοις τοῦ Βυζαντίου, κατὰ τὸν παραθαλάσσιον τόπον τὸν καλούμενον Ἕβδομον. τοῦτον αἰσθόμενος Κωνσταντῖνος ἀντιπαρατάττεται καὶ αὐτὸς στόλῳ μεγάλῳ. ὑφ’ ὧν πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακηνῶν στόλος διαπεραιωθεὶς ἐν Κυζίκῳ διεχείμαζε, καὶ πάλιν ἔαρος ἀρχομένου ἐκεῖθεν ἀνταναχθεὶς ὡσαύτως τοῦ διὰ θαλάσσης πολέμου εἴχετο. ἑπτὰ οὖν ἔτεσι τοῦ πολέμου διαρκέσαντος τέλος οὐδὲν πλέον ὁ τῶν Σαρακηνῶν ἤνυσε στόλος, ἀλλὰ πολλούς τε ἄνδρας μαχίμους ἀποβαλόντες καὶ δεινῶς τραυματισθέντες καὶ χαλεπῶς ἡττημένοι ὑπενόστουν πρὸς τὰ οἰκεῖα καταίροντες. πρὸς δὲ τοῖς πελάζουσι τοῦ Συλλαίου γενόμενοι ὑπὸ σκληρῶν πνευμάτων καὶ θαλασσίου κλύδωνος καταληφθέντες πανστρατιᾷ διώλοντο.