阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ὀνειροκριτικόν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Πρώτο παράρτημα: Ερμηνείες ονείρων (Α έως Ξ)

Το πρώτο τμήμα των συμπληρωματικών ερμηνειών του πρώτου παραρτήματος, από το γράμμα Άλφα έως το Ξι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 7

Α Ἀληθές ἐστιν τοὖναρ ἀλεκτρύονος.

Β Βαίνειν ἀκάνθαις δυσμενῶν δηλοῖ τρόπους. Βαίνειν καθ’ ὕπνους δυσμενῶν δηλοῖ βλάβην. Βασιλέως φίλημα τιμὴν σημαίνει.

Γ Γνάθους τυπεὶς ἐλεύθερον σαυτὸν νόει. Γρήγορσις ὑπνώττουσα νητρεκὲς πέλει. Γυμνὸς καθεσθεὶς σῶν γυμνωθῇς πραγμάτων.

Δ Δεξάμενος γράμματα κόκκινα τάχει ἀξίαν εὑρεῖν ἢ θάνατον προσδόκα.

Ε Ἑορτὰς ἰδὼν ἐκ Θεοῦ ταύτας νόει. Ἔσθων ῥοιὰς ἔλπιζε παλαίειν νόσῳ. Ἔχειν μεγάλους ὦπας εἰς κέρδος φέρει.

Ζ Ζωσθέντα ἰδεῖν † κερδοσύνην σοι † νόει.

Θ Θῆρας ἰδεῖν λαλοῦντας· ὄχλησιν νόει. Θῆρας τρέχοντας ἰδεῖν· ταραχὴν νόει. Θρὶξ τῆς κεφαλῆς εἰ κομᾷ, τιμὴν λέγε.

Ι Ἵππους ὁρῶν τις ἀγγέλων δηλοῖ φάσιν.

Κ Καλὸν ὀπώρας κατὰ καιρὸν ἐσθίειν, παρὰ δὲ καιρὸν εἰσφέρει σοι ζημίαν. Καλὸν πέτεσθαι, πράξεως καλῆς τόδε. Κάρᾳ κενωθὲν ἔλαιον χρηστὸν νόει. Κηροὺς κρατεῖν ἅπτοντας εὔχρηστον τόδε. Κηροὺς κρατεῖν σβεσθέντας δυσχερὲς τόδε.

Κίρκον κατασχὼν οὗ θέλεις πάντως τύχῃς. Κλαίειν σκοτεινῶς θλίψιν ἀργὴν μηνύει. Κρατεῖν ῥομφαίαν πᾶσι καλὸν τυγχάνει.

Λ Λάκκῳ καθεῖναι σαυτὸν οὐ καλὸν τόδε.

Μ Μύλαις καθεύδων ἢ συνὼν σκαιὸν τόδε.

Ν Νεκροὶ βόες δηλοῦσι τοὺς λιμοῦ χρόνους. Νενησμένα κρατῶν τις προσδόκα λύπας.

Ξ Ξηρὰν ἰδεῖν θάλασσαν ἐκκοπὴ κακῶν.