Οὐδόλως δέ ἐστι περιγραπτὸν τὸ θεῖον· οὐδενὶ γὰρ τρόπῳ τοῦ περιγραπτοῦ ὑποβάλλεται, οὐ τόπῳ, οὐ χρόνῳ, οὔτε τοῖς λοιποῖς.
Ὅσαι δὲ φύσεις ἄϋλοι μέν εἰσι, τῆς <δὲ> ὑπερουσίου θεότητος ὑποβεβήκασιν, αὗται δὴ οὖν, τοῦτο μέν εἰσι περιγραπταί, τοῦτο δὲ ἀπερίγραπτοι· χρόνῳ μὲν ὡς ὑπὸ χρόνον οὖσαι, καὶ τῇ κατὰ νοῦν καταλήψει, οἷα δὴ πεπερασμέναι τυγχάνουσαι καὶ ὁρισταί· ὃ γὰρ <τὸν> τοῦ πεπερασμένου καὶ ὁριστοῦ περιορισμὸν οὐκ ἐκπέφευγε, τοῦτο δὴ καὶ τῇ περιγραφῇ τοῦ κατὰ νοῦν καταληπτοῦ περιείληπται. Ἀπερίγραπτοι δ’ ἂν εἶεν τόπῳ καὶ τῇ καταλήψει τῇ κατ’ αἴσθησιν, διὰ τὸ ἀχρωμάτιστον καὶ ἀσχημάτιστον· τόπῳ δέ, ὅτι τὸ ἀδιάστατον καὶ ἀμέγεθες καὶ τὸ ἄογκον αὐταῖς ἐνυπάρχει. Εἰ γὰρ καὶ ἐν τόπῳ εἶναι λέγονται οἱ ἄγγελοι, ἀλλ’ οὐ δήπου τῷ τόπῳ λέγονται περιγράφεσθαι· τὸ δέ γ’ ἐν τόπῳ περιγράφεσθαι, οὐ δι’ αὐτοῦ ἐκείνου ἐστὶν ἐξ ἀνάγκης περιγράφεσθαι, ἀλλά γε καὶ δι’ ἑτέρου τινός. Ὥσπερ γὰρ ἕτερόν ἐστι σιδήρῳ δεδέσθαι καὶ ἐν σιδήρῳ δεδέσθαι—ἐνδέχεται γὰρ καὶ καλωδίῳ δεδέσθαι πρὸς τῷ ἐκ σιδήρου πασσάλῳ—, οὕτω καὶ οἱ ἄγγελοι ἐν τόπῳ μὲν εἰσίν, ἔτι μὴν καὶ ἡ ψυχὴ ἐν σώματι, ἀλλ’ οὔτε τῷ σώματι περιγράφοιτ’ ἂν ἡ ψυχή, οὔτε τῷ τόπῳ οἱ ἄγγελοι.