Οὐδ᾽ οἱ Παίονες ἐπὶ τούτοις ἀναπεπτώκεσαν, ἀλλὰ τὰς οἰκείας ἴλας ἀγειράμενοι καὶ συμμαχικὸν ξενολογήσαντες οὐκ ὀλίγον ἐκ τῶν ὁμορούντων σφίσιν ἐθνῶν καὶ ἐξ αὐτῶν δὲ Ἀλαμανῶν, ὡς ἐλέγετο, καὶ Διονύσιον τούτοις ἐπιστήσαντες στρατηγὸν αὐτοκράτορα, γενναῖον ἄνδρα καὶ πολλάκις τὰς ἐναντίας συγκόψαντα φάλαγγας, καὶ φρονηματισθέντες οὕτω μετὰ κόμπου ἐπῄεσαν. οὗτος δὲ ὁ Διονύσιος, ὅτε πρώτως ἠκηκόει τὸν Ἴστρον διαβῆναι Ῥωμαϊκὴν στρατιάν, γεγαυρωμένος ὢν ἐπὶ ταῖς προτέραις νίκαις, ἃς ἤρατο κατὰ Ῥωμαίων, μεγαλορρημονῶν ἔλεγεν ὡς εἰς κολωνὸν αὖθις ἐσεῖται ἀγηοχὼς τὰ τῶν εἰς πόλεμον πεσόντων Ῥωμαίων ὀστᾶ, καὶ οἷα τροπαίῳ τούτοις ὡς καὶ ἄλλοτέ ποτε χρήσαιτο, ἐπεὶ καὶ ἦν τι τοιοῦτον βαρβαρικῶς δεδρακώς, ὁπηνίκα τὸν Βρανᾶν καὶ τὸν Γαβρᾶν, ὡς ἤδη μοι ἐρρέθη, κατηγωνίσατο.