Τόμος ἕκτος.
Περὶ Μακεδονίου τοῦ πνευματομάχου. ἐν δὲ τῷ τοιούτῳ τόμῳ μνεία πάλιν τοῦ Ἀρείου καὶ τῶν συμφρόνων αὐτῷ καὶ τῶν δύο Εὐσεβίων, τοῦ τε τῆς Νικομηδείας καὶ τοῦ τῆς ἐν Παλαιστίνῃ Καισαρείας, τοῦ ἁγίου Ἀθανασίου, τοῦ ἁγίου Παύλου τοῦ Ὁμολογητοῦ. περὶ τῆς ἐν Σαρδικῇ συνόδου. περὶ τῆς εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως ἀποκαταστάσεως τοῦ Μακεδονίου καὶ τῶν εἰς τὴν ἁγίαν Τριάδα βλασφημιῶν αὐτοῦ, ἐξαιρέτως δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. καὶ καθεξῆς διήγησις, ὅπως συνέστη ἡ δευτέρα σύνοδος, καὶ περὶ τῶν κυρωθέντων παρ’ αὐτῆς καὶ τῆς παραιτήσεως τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου τῆς ἐπὶ τῷ θρόνῳ Κωνσταντινουπόλεως.
καὶ μετὰ ταῦτα αἱ χρήσεις τῶν ἁγίων αἱ περὶ τοῦ ὁμότιμον εἶναι τὸ Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Λόγῳ ἐκφωνηθεῖσαι.