ΚΑΝΩΝ ΚΔʹ.
Τὰ τῆς Ἐκκλησίας τῇ Ἐκκλησίᾳ καλῶς ἔχει φυλάττεσθαι δεῖν μετὰ πάσης ἐπιμελείας καὶ ἀγαθῆς συνειδήσεως, καὶ πίστεως τῆς εἰς τὸν πάντων ἔφορον καὶ κριτὴν Θεόν, ἂ καὶ διοικεῖσθαι προσήκει μετὰ κρίσεως καὶ ἐξουσίας τοῦ Ἐπισκόπου τοῦ πεπιστευμένου πάντα τὸν λαὸν καὶ τὰς ψυχὰς τῶν συναγομένων. Φανερὰ δὲ εἶναι τὰ διαφέροντα τῇ Ἐκκλησίᾳ μετὰ γνώσεως τῶν περὶ αὐτὸν Πρεσβυτέρων καὶ Διακόνων, ὥστε τούτους εἰδέναι καὶ μὴ ἀγνοεῖν, τίνα ποτέ ἐστι τῆς Ἐκκλησίας, ὥστε μηδὲν αὐτοὺς λανθάνειν, ἵνα, εἰ συμβαίνοι τὸν Ἐπίσκοπον μεταλλάττειν τὸν βίον, φανερῶν ὄντων τῶν διαφερόντων τῇ Ἐκκλησίᾳ πραγμάτων, μήτε αὐτὰ διαπίπτειν καὶ ἀπόλλυσθαι, μήτε τὰ ἴδια τοῦ Ἐπισκόπου ἐνοχλεῖσθαι, προφάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων. Δίκαιον γὰρ καὶ ἀρεστὸν παρά τε τῷ Θεῷ καὶ ἀνθρώποις, τὰ ἴδια τοῦ Ἐπισκόπου, οἷς ἂν αὐτὸς βούλεται, καταλιμπάνεσθαι, τὰ μέντοι τῆς Ἐκκλησίας, αὐτῇ φυλάττεσθαι, καὶ μήτε τὴν Ἐκκλησίαν ὑπομένειν ζημίαν, μήτε τὰ τοῦ Ἐπισκόπου προφάσει τῆς Ἐκκλησίας, δημεύεσθαι, ἢ καὶ εἰς πράγματα ἐμπίπτειν τοὺς αὐτῷ διαφέροντας, μετὰ τοῦ καὶ αὐτὸν μετὰ θάνατον δυσφημίᾳ περιβάλλεσθαι.