Λόγος εἰς τὴν τοῦ προφήτου Ἰεζεκιὴλ ὅρασιν. Σημασία ἐξ αὐτῶν τῶν θείων Γραφῶν ἔχουσα τὴν μαρτυρίαν, ἐν οἷς λέγει.
Πᾶσα προφητεία καὶ ὅρασις εἰκόνες ἦσαν τῆς τοῦ σωτῆρος ἐπιδημίας.
Διὰ τοῦτό φησιν ὁ Κύριος «πάντες οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν», ἑαυτὸν δεικνὺς ὑπόθεσιν εἶναι τῶν προφητῶν. Φαίνεται δὲ καὶ ἑτέρωθεν τῶν λογίων ὑπὲρ τοῦ σωτῆρος πᾶσαν παρειλῆφθαι Γραφήν· «Ἐρευνᾶτε γάρ, φησί, τὰς Γραφάς, ὅτι ἐν αὐταῖς εὑρήσετε ζωὴν αἰώνιον», τὴν ἰδίαν ἐπίγνωσιν, ζωὴν αἰώνιον λέγων. «Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωή», πρὸς τὸν πατέρα φησὶν ὁ Κύριος, «ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». Ἄλλωστε πᾶσα μὲν Γραφὴ διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων λέγεται παρειλῆφθαι, ἡ δὲ σωτηρία τῶν ἀνθρώπων αὐτός ἐστιν ὁ Χριστός. «Ἡ γὰρ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν». Καὶ εἶπον τῇ ψυχῇ μου σωτηρία σοῦ εἰμι ἐγώ. Καὶ ὅλως σωτήριον καὶ σωτηρίαν ἡ Γραφὴ τὸν Χριστὸν καλεῖ· καὶ μόνος δέ ἐστιν αὐτὸς σωτηρία ἡ ἀληθινή.