Θεοῦ κληρονομῆσαι τὸν ἄνθρωπον.
Οὐ μὴν ἀλλά, καθάπερ ἄξιον ἀνάγκη μηδὲν εἰπεῖν, οὕτως ἀνάγκη λέγειν εἰς δύναμιν καὶ μὴ τὸ προσῆκον σῶσαι ζητοῦντας, οὗ τυχεῖν ἀμήχανον, σιωπᾶν, ἀλλ’ ὡς ὠφείλομεν ἃ πεπόνθαμεν, δι’ ὧν ἔξεστι κηρύττειν ἐπισταμένους ἀπὸ τῶν ἐνόντων εὐγνωμονεῖν, ὡς ἔστιν ἄτοπον καὶ πέρα παντὸς αἰνίγματος, ἀνθ’ ὧν πολλὰ καὶ μεγάλα δέον εἰσάγειν, ἀντὶ τούτων, εἰ μηδὲν εἰσοίσομεν καὶ τῆς εὐεργέτου χειρός, ἅπερ ἀπηλαύσαμεν εἰπεῖν οὐ τολμήσομεν ὅτι δαψιλοῦς ἐτύχομεν. Καὶ διὰ τοῦτο μηδὲν ἐροῦμεν ὑπὲρ ὧν ἔδει μάλιστα λέγειν, ὅτι λέγειν μάλιστα δεῖ· καίτοι, εἰ μὲν τῶν καινότητι νικώντων καὶ πρὸς ἔκπληξιν καὶ θαῦμα φερόντων, εἰκός ἐστι καὶ μνήμην εἶναι καὶ λόγον πολὺν παρ’ ἡμῖν τούτων, οὐδὲν καινότερον· εἰ δὲ τῶν ἀγαθῶν, ὧν πεπόνθαμεν, ἐνταῦθα τὰ κάλλιστα πάντων πεπόνθαμεν, ἐν οἷς τῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς προνοίας ὁ τελευταῖος ἕστηκεν ὅρος· εἰ δ’ ὧν τὸ μεμνῆσθαι λυσιτελές, τί τοῦ κέρδους τῆς μνήμης ταύτης γένοιτ’ ἂν ἴσον; Ἐπεὶ μηδ’ αὐτοῖς τοῖς πράγμασι τὸν ἄνθρωπον ὤνησε κατὰ ταὐτὰ τῶν ἄλλων οὐδέν. Καὶ εἰ Παύλου τῶν δεσμῶν μνημονεύειν, ὡς ἂν τοῖς μεμνημένοις ὄνησιν ἔχον, ὁ Παῦλος ἠξίωσεν, αὐτῶν τῶν τοῦ κοινοῦ δεσπότου πληγῶν, πόσου τινὸς εἶναι δεῖ νομίζειν τὸν λόγον καὶ τί μὴ κομίζειν ὄφελος καὶ ψυχῇ καὶ γλώσσῃ καὶ γνώμῃ καὶ λογισμοῖς;