Προσφώνημα εἰς τὸν ἔνδοξον τοῦ Χριστοῦ μεγαλομάρτυρα Δημήτριον τὸν μυροβλήτην.
Οὐδὲν οἶμαι τῶν ἀτόπων, ὦ μαρτύρων ἀκρότης, εἰ πολλῶν καὶ μεγάλων ἐπαινεσάντων τὰ σὰ καὶ ἡμεῖς πρὸς τοὺς κατὰ σοῦ θορύβους καὶ κρότους ἡμᾶς αὐτοὺς καθήσομεν, οἱ μάλιστα πάντων τὰ σὰ καὶ πνέοντες καὶ θαυμάζοντες· τοὐναντίον μὲν οὖν ἅπαν τῶν ἀτόπων ἂν ἦν, ὅπου γὰρ καὶ τοῦ περί σέ μου τούτου μεμηνότος ἀπόντος, μόνον οἷς ὑπὲρ πάντας πᾶσιν ἀναφανεὶς πάντας τῶν ἐπαίνων ὀφειλέτας ἔσχηκας, ἐχρῆν καὶ ἡμᾶς εἰς τουτονὶ τὸν ἄθλον ὅσα γ’ ἐστὶ δυναμένοις εἰσφέρειν· πόσον τι χρὴ νομίζειν τουτὶ μᾶλλον προὐργιαίτερον εἶναι, συνάμα γε τῷ κοινῷ δικαίῳ καὶ τοῦ περί σέ μου πόθου καὶ τῆς ἐκεῖθεν κατανάγκης παρούσης· οὐ γὰρ ὅσον λέγειν τι ἢ ἀκούειν τῶν σῶν ἢ καὶ μόνον μεμνῆσθαι πάσης ἡδονῆς ἥδιον ἔμοιγε καὶ ποθεινότερον χρῆσθαι, ἀλλὰ καί, εἴ γε ἐξῆν, εἱλόμην ἂν ἀποσχέσθαι ἐμαυτοῦ μᾶλλον ἢ σοῦ καὶ τῶν σῶν πραγμάτων εἰς λήθην δήπουθεν ἥκειν· καὶ τοίνυν τοὺς μὲν ἄλλους ἅπαντας τοὺς εἰπόντας, τό τε λόγων εὖ ἥκειν, τό τε σὺν δέει θαρρεῖν πρὸς τοὺς ὑπὲρ σοῦ διανέστησε λόγους, ἐμὲ δὲ μόνος ὁ πρός σέ μου μανικώτατος πόθος καὶ τὸ μάλιστα τῶν ἄλλων ἁπάντων τὰ σὰ καὶ πνεῖν καὶ θαυμάζειν· τοσοῦτόν τι τὸ περί σέ μου τῆς ψυχῆς πάθος, ὢ πάντα τὰ βέλτιστα σὺ καὶ ὢν καὶ καλούμενος.