Πρῶτον μὲν οὖν τὰς ψυχὰς ἀπειλικρινημένας παρεσκευακότες καὶ καθαρὰς καὶ συμπάντων τῶν γηΐνων ἀνωτέρας καὶ τῆς κατ’ αὐτὰ προσπαθείας, ὡς μόνοις τοῖς ἀΰλοις, ὡς ἀνθρώπῳ μάλα πρὸς τρόπου καὶ συζῆν ἀεὶ καὶ συνεῖναι μηδενὶ τῶν κάτω προσέχοντες. Ἔπειτά γε Θεὸν αὐτὸν καθαρῶς εἶδον καὶ συνεγένοντο καὶ τῆς ἐκεῖθεν ἔμπλεοι κατέστησαν αἴγλης, ἄνθρακές τινες κατὰ τὸν ψαλμῳδὸν ἀναφθέντες καὶ φῶτα τέλεια, τελείου φωτὸς γεννήματα. Καὶ μὴ μόνον τὸν Χριστὸν ἔν γέ σφισιν αὐτοῖς οἰκοῦντα καὶ ἐμπεριπατοῦντα καὶ λαλοῦντα δήπου καὶ ζῶντα κατὰ τοὺς θείους λόγους φοροῦντες, ἀλλὰ καὶ τοῖς ἄλλοις οἷοί τε ὄντες τοῦτον ἐκλάμπειν καὶ τὴν δόξαν αὐτοῦ διηγεῖσθαι καὶ τὰ μεγάλα μυσταγωγεῖν.