Τῷ μεγάλῳ σακελλαρίῳ
Καὶ ἡμῖν οὐδὲν ἧττον τά τ’ ἔνδον τά τε θύραζε δυστυχεῖ, κοινωνοῦσιν οὐ τῶν ἐπιτηδείων ἑκάστῳ μόνον ἀλλὰ καὶ κοινῇ τῇ πόλει τῶν συμφορῶν. Τὸ δὲ ἐπὶ τούτοις ἄλγος τὴν μὲν ψυχὴν θορυβεῖ, χεῖρον δὲ ποιεῖ τὸ σῶμα, ταῦτα δὲ πείθει δεῖσθαι τῶν παρὰ τοῖς φίλοις φαρμάκων. Τὰ δέ ἐστι φωνὴ μὲν παρόντων, γράμματα δὲ ἀπόντων, ἔχοντά τινα τοῖς συνοῦσι παραμυθίαν. Σοὶ δὲ οὔτε ἡ πολιορκοῦσα τὸ σῶμα νόσος οὔτε φροντίδες τοῦ κάλλους παρείλοντο τῆς φωνῆς, ἀλλ’ οὕτω φθέγγῃ σὺν ἡδονῇ, ὥστε μοι τὴν ψυχὴν μὲν ἔθελξας, τὴν γλῶσσαν δὲ ἔδησας αἰσχυνομένῳ τοσούτῳ κάλλει γραμμάτων ἀντιθεῖναι φαύλην ἐπιστολήν. Ταῦτα δέ μοι καὶ πρότερον ἐπῆγε τὴν σιωπήν, ὅτε σὺ μὲν ἐπέστελλες γράμματα ἀπαιτῶν, ἐγὼ δὲ ἀνεβαλλόμην· σοὶ δὲ τηνικαῦτα οὔτε ἐδόκει λῦσαι τὸ φίλτρον καὶ προσέθηκας τῇ προτέρᾳ δευτέραν ἐπιστολὴν καλῇ καλλίονα, φάσκων ἠδικῆσθαι, μὴ τυγχάνων τῶν ἴσων. Ἐγὼ δὲ ταῦτα ἡγούμην τιμῶντος τὸν ἑταῖρον, οὐ τῶν φαύλων ἐρῶντος ἐσίγων· εἶχον τὴν ἐμαυτοῦ καὶ συνέμιξα τῷ φίλῳ. Σοὶ δὲ ἀντὶ προσρήματος τὸ ἔγκλημα ἦν ἐπὶ τῆς γλώττης, καί μου κατεβόας ὡς τὰ μέγιστα ἀδικοῦντος, ζητοῦντος δὲ ἀπολογίαν μείζων ἦν ἡ βοὴ καὶ τὸ ἔγκλημα ᾔρετο.