Λόγος περὶ τῶν παρανόμως τοῖς ἄρχουσιν ἐπὶ τοῖς ἱεροῖς τολμωμένων
Τοὺς μὲν πονηροὺς τῶν ἀρχόντων, οἳ γνώμης μοχθηρίᾳ λύουσι νόμους καὶ δικαίων ὑπερορῶσιν, ὡς ἂν μὴ τῷ ἀγνοεῖν ὅ, τι δεῖ ποιεῖν ἁμαρτάνοντας, ἀλλ’ ἑκόντας πονηρευομένους καὶ κακουργοῦντας, ἀμήχανον εὑρεῖν ὃς ἂν ἰάσαιτο λόγος καὶ πείσειε σωφρονεῖν· οἳ δὲ βούλονται μὲν εἶναι χρηστοὶ καὶ δίκαιοι πανταχοῦ, προφάσεσι δὲ λόγον τινὰ σῴζειν δοκούσαις ἐξηπατημένοι παρανομοῦσι, τούτους εἰκός ἐστιν, εἴ τις ὑπόθειτο τὸ δέον, καὶ ἡδέως ἀκούσεσθαι καὶ ῥᾳδίως πείσεσθαι καὶ ἅπερ ἀγνοοῦντες πλημμελοῦσιν διδασκομένους ἐπανορθώσειν. ἐκείνοις μὲν γὰρ ὧν δεῖ παρὰ τῶν λόγων γίνεται, καὶ οὐδὲν ἔτι κωλύει τὰ αὐτῶν ἐν ἅπασι σῴζειν· οἱ δὲ πονηροὶ καὶ πρὸ τῶν παραινούντων τἀληθὲς εἰδότες οὐδὲν ἧττον εἰσὶ μοχθηροὶ, ὥστε μάτην μὲν ἴσασιν αὐτοὶ, μάτην δὲ παρὰ τῶν ἄλλων ἀκούσονται. διὰ ταῦτα πρὸς μὲν ἐκείνους σιωπᾶν χρὴ, τὸ τοῦ Σολομῶντος ποιοῦντας ὃς τοὺς κακοὺς ἐλέγχειν οὐ συγχωρεῖ, τοῖς δὲ ἀγαθοῖς προσιτέον, περὶ ὧν πολιτεύονται παραινοῦντας παρακαλοῦντας ἐλέγχοντας, εἴ τι λαθόντες εἰργάσαντο πονηρὸν· ἐκεῖνοι γὰρ, πρὸς τῷ βελτίους γενέσθαι τῷ κοινῷ, καὶ χάριν ἡμῖν εἴσονται τῶν ἐλέγχων.