阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Νικόλαος Καβάσιλας – Λόγοι

Νικόλαος Καβάσιλας

Η κατάχρηση της ασυλίας στον βωμό του Ελέους

Ρητορική ανάπτυξη προς τους Αθηναίους σχετικά με το καθεστώς ασυλίας του βωμού του Ελέους, το οποίο παρέχει προστασία στους παραβάτες των νόμων εις βάρος της πόλεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 3

[Νικολάου Καβάσιλα] ΑΘΗΝΑΙΟΙΣ ΠΕΡΙ ΤΟΥ ΕΝ ΑΥΤΟΙΣ ΕΛΕΟΥ ΒΩΜΟΥ Ἥκω νῦν, ὦ Ἀθηναῖοι, συμβουλεύσων ὑπὲρ τῶν νόμων καὶ τῶν δικαίων ὑμῖν καὶ τῆς σωτηρίας τῆς πόλεως νόμον ἐκ τῆς πολιτείας, τὸν ἁπάντων ἀσυμφορώτατον, περιελεῖν. Εἰ μὲν οὖν οὐδένα τοῦ καλοῦ καὶ δικαίου ποιεῖσθε λόγον, οὔτε λόγος ἐν ὑμῖν τῶν εἰκότων τεύξεται, οὔτε ρήτορες τὰ δοκοῦντα λυσιτελῆ τῇ πόλει συμβουλεύσουσιν ὑμᾶς εἰ δὲ πολλοῦ δέομεν εἶναι τοιοῦτοι καὶ παράδειγμα τῆς τῶν νόμων καὶ τῶν δικαίων φυλακῆς ἅπασι τοῖς Ἕλλησιν ἡ τῶν Ἀθηναίων ἕστηκε πόλις.

Καθέλετε, Ἀθηναῖοι, τὸν ἐλέου βωμόν· οὐ γὰρ συμβαίνει ταῖς ὑμῶν περὶ τῶν δικαίων ψήφοις, πάντα μᾶλλον σῴζων ἢ τὴν ἐπωνυμίαν. Οὐ γὰρ ὑπὲρ τῶν ἀδικουμένων, οὐδ’ ὑπὲρ τῶν κακῶς πασχόντων ἀδίκως, ἀλλ’ ὑπὲρ τῶν ἀδίκων καὶ μιαιφόνων ἕστηκεν ὑμῖν. Καὶ οὐδὲν ἔτι, ὦ Ἀθηναῖοι, κωλύει, μοιχοὺς μὲν ἀνατρέπειν τοὺς γάμους, τυμβωρύχους δὲ εἰς τοὺς ἀπελθόντας ὑβρίζειν, πλεονέκτας δὲ καὶ ἀδίκους καὶ παρανόμους χρῆσθαι τῇ φύσει καὶ προδότας μὲν κατὰ τῆς πόλεως βουλεύεσθαι, δικαστὰς δὲ κλέπτειν καὶ ἀδικεῖν εἰς τὸν νομοθέτην, ἐνθυμουμένους ὡς ἄρα ἢ λήσουσι τὸν δῆμον ἀδικοῦντες ἢ φωραθέντες ὁ βωμὸς εὐθὺς παραιτήσεται.

Ὁ γὰρ ἀδικῆσαι βουλόμενος, ἅμα τε ἐμνήσθη τοῦ βωμοῦ καὶ εἰς τοὺς πέλας ὕβρισε καὶ ἀντειπόντα ἀπέκτεινε καὶ κατέφυγεν εὐθὺς εἰς αὐτόν, καταφυγόντι δέ, οὐδεὶς παρέσχε πράγματα καὶ ἀπαλλάξας ἐκεῖθεν, αὖθις ἐγένετο ἐν τοῖς αὐτοῖς καὶ κακίας κατέστη νομοθέτης τῷ δήμῳ καὶ δεινὴν εἰσήγαγε νόσον τῇ πόλει. Ὁ γὰρ ἰδὼν ἀπαθῆ κακῶν τὸν πολλῶν ἄξιον θανάτων, τοῖς αὐτοῖς ἐχρήσατο. Ὑπὲρ τοσούτων κακῶν ἕστηκεν ὑμῖν ὁ βωμὸς οὗτος, ὦ Ἀθηναῖοι· καίτοι ποῦ δίκαιον, σωμάτων μὲν καταφρονεῖν, οἰκοδομημάτων δὲ φείδεσθαι καὶ βωμοῦ μὲν ὅπως ἑστήξει ποιῆσθαι πρόνοιαν, νόμους δὲ λυομένους περιορᾶν καὶ γλῶσσαν μὲν δικαστῶν καὶ τὸ παρὰ τῶν νόμων ξίφος μάταιον εἶναι, μιαιφόνοις δὲ καὶ πλεονέκταις τὰς χεῖρας ἐνεργοὺς ἐᾶν Καὶ εἰ φρούριον μὲν οἷοί τε ἐγένεσθε καθελεῖν, τῶν ἐν τῇ πολεμίᾳ οὐκ ἂν ἠμελεῖτε, βωμοῦ δὲ κατὰ τῶν νόμων καὶ τοῦ κοινοῦ τῆς πόλεως ἱσταμένου κατ’ αὐτῶν τὴν πόλιν ἀνέξεσθε; Καὶ πῶς οὐκ ἄτοπον, ὑπὲρ μὲν τῆς τῶν πολεμίων δυστυχίας χάριν ἔχειν δεῖν οἴεσθαι τῷ Θεῷ, βωμὸν δὲ ἐθέλειν σῴζειν, οὕτω πολεμοῦντα τῇ πολιτείᾳ;