Οὕτω πανταχόθεν πρὸς ἑαυτὸν ἐπιστρέφει, καὶ οὐκ ἐᾷ προσχεῖν τὸν νοῦν οὐδενὶ τῶν ἄλλων, οὐδὲ λαβεῖν ἔρωτα τῶν ὄντων οὐδενός· κἂν γὰρ ὧδε κινήσωμεν τὴν ἐπιθυμίαν, αὐτὸς ἵστησι καὶ ἀναπαύει· κἂν ἐκεῖσε, πάλιν αὐτός· κἂν ἑτέρωσε, καὶ ταύτην κατέχει τὴν ὁδόν, καὶ παριόντας χειροῦται. «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, φησίν· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χεῖρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου»· ἀνάγκῃ τινὶ θαυμαστῇ καὶ φιλανθρώπῳ τυραννίδι, πρὸς ἑαυτὸν μόνον ἕλκων καὶ ἑαυτῷ μόνῳ συνάπτων· καὶ ταύτην εἶναι οἶμαι τὴν ἀνάγκην ᾗ συνήλασε πρὸς τὴν οἰκίαν καὶ τὴν εὐωχίαν οὓς ἐκάλει, τῷ δούλῳ λέγων. «Ἀνάγκασον εἰσελθεῖν, ὅπως γεμισθῇ ὁ οἶκός μου.» Εἶεν. Ὅτι μὲν οὖν ἡ ἐν τῷ Χριστῷ ζωὴ οὐκ ἐπὶ τοῦ μέλλοντος μόνον, ἀλλ’ ἤδη καὶ ἐπὶ τοῦ παρόντος πάρεστι τοῖς ἁγίοις καὶ ζῶσι κατ’ ἐκείνην καὶ ἐνεργοῦσι, φανερὸν ἐκ τῶν εἰρημένων. Ὅθεν δέ ἐστιν οὕτω ζῆσαι καί, ὅ φησι Παῦλος, «ἐν καινότητι ζωῆς περιπατῆσαι», λέγω δὴ τί ποιοῦσιν ὁ Χριστὸς οὕτω συνάπτεται καὶ προσφύεται, καὶ οὐκ οἶδ’ ὅτι καὶ χρὴ καλεῖν, ἑξῆς ἂν εἴη ῥητέον.