Ἐπιλέγει δὲ οὐδὲν οἷον πρότερον ἐπιχέων τῇ τραπέζῃ τὸ μύρον, ἀλλὰ τοῦτ’ αὐτὸ μόνον ᾄδει τῷ Θεῷ ᾆσμα, φωνῆς μὲν Ἑβραίας συλλαβαῖς ὡρισμένον ὀλίγαις, διανοίας δὲ παναγοῦς τοῦ τῶν ἱερῶν προφητῶν χοροῦ.
Καὶ γὰρ ἔστι μὲν εὐφημεῖν μακρῷ λόγῳ τὰ κατωρθώμενα διεξιόντας· ἔστι δὲ ῥήμασιν ὀλίγοις τὴν ᾠδὴν ὁρίζοντας τὸν ὑμνούμενον ἀναδεῖν. Προσήκει δ’ ἄν, οἶμαι, τὸ μὲν πρῶτον παρῳχηκότων ἢ μελλόντων ἔτι τῶν ἐπαινουμένων ἔργων, ἵν’ εἶεν ἀντὶ τούτων τοῖς θεωμένοις οἱ λόγοι· ἐνισταμένων δὲ καὶ γινομένων, οἶμαι, τὸ δεύτερον, ὅτε τῶν πραγμάτων παρ’ ἑαυτῶν φαινομένων, ἀνάγκη τῶν κηρυττομένων λόγων οὐδ’ ἡτισοῦν πλὴν τὴν ἡδονὴν ὅσον ἐνδείξασθαι καὶ τὸ θαῦμα· ὥσπερ καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν, τὸ γὰρ ἐντεῦθεν, τί τῶν ἀγγέλων ἔδει, τοῦ μεμηνυμένου φανέντος; ἐκεῖνον γὰρ οὐδὲν ἢ βοᾶν καὶ στεφανοῦν ὑπόλοιπον ἦν, ὃ καὶ τοῖς ἀγγέλοις ἐδόκει οἷς ἐφάνη πρώτοις ἐλθὼν εἰς τὴν γῆν, ὧν τὸ «Δόξα ἐν ὑψίστοις Θεῷ» περὶ αὐτὸν χορευόντων ἦν ἡ φωνή, κατὰ τοῦτον δὴ τὸν λόγον ὁ ἱεράρχης, ἐπεὶ τὸν καλούμενον εὐεργέτην ἐπ’ αὐτῶν οἶδε τῶν ἔργων, οὔτε εὔχεται οὐδὲν τῶν ἐν ταῖς εὐχαῖς αὐτῷ προκεχωρηκότων, οὔτε καταλέγει τὰ τῆς φιλανθρωπίας ἑστῶτα πρὸ τῶν ὀφθαλμῶν, ἀλλὰ τοῦτο μόνον ἀγάλλει τῷ μέλει τῷ μυστικῷ.