Τοῦ αὐτοῦ περὶ τῶν ἐν τῇ θείᾳ λειτουργίᾳ τελουμένων
Τὰ ἐν τῇ προθέσει γινόμενα ἐν τῷ προσαγομένῳ ἄρτῳ πρακτικὴ διήγησίς ἐστι τοῦ πάθους τοῦ Χριστοῦ καὶ γὰρ εἰς ἀνάμνησιν ἐκείνου γίνεται, καθ’ ὅσον ἔπαθεν ὑπὲρ ἡμῶν καὶ ἀπέθανε. Καὶ οὕτως ὁ θάνατος τοῦ Κυρίου ἐνταῦθα καταγγέλλεται, οὐ δι’ ὧν οἱ ἱερεῖς λέγουσι μόνον, ἀλλὰ καὶ δι’ ὧν ποιοῦσι. Τοῦτο δὲ ἀρχαῖον ἔθος ἦν καὶ πρακτικῶς ἐνίοτε καὶ παρῄνουν καὶ προφήτευον. Καὶ γὰρ πατέρα τινὰ τῶν θεοφόρων ἐρωτηθέντα τί ἐστι μοναχός, ἀποκριθῆναι μὲν οὐδέν, τὸ δὲ ἱμάτιον τὸ μοναχικὸν ὅπερ ἠμφίεστο, φασί, περιδυθέντα καταπατῆσαι, δεικνύντα τὴν ὀφειλομένην τῷ μοναχῷ ταπείνωσιν καὶ ὑπομονήν. Καὶ ὁ προφήτης, δηλῶσαι βουλόμενος τὴν τῶν Ἑβραίων αἰχμαλωσίαν, ἔδησεν ἑαυτὸν καὶ Ἅγαβος τὸ αὐτὸ τοῦτο ἐποίησε, σημαίνων τὰ τοῦ <Παύλου> δεσμά.