Ἔργον
Νικόλαος Καβάσιλας – Περὶ τοῦ λόγου ἀξίας (Νόθος)
Αναίρεση των τριών πρώτων επιχειρημάτων
Απαντήσεις στα τρία πρώτα επιχειρήματα, με τη διευκρίνιση ότι ο λόγος καθίσταται αίτιος απώλειας μόνον κατά συμβεβηκός και όχι από τη φύση του.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Αναίρεση των τριών πρώτων επιχειρημάτων
Απαντήσεις στα τρία πρώτα επιχειρήματα, με τη διευκρίνιση ότι ο λόγος καθίσταται αίτιος απώλειας μόνον κατά συμβεβηκός και όχι από τη φύση του.
Λύσεις τῶν τοιούτων ἐπιχειρημάτων. Τοῦ πρώτου. Οὐ πᾶν, οὖ χωρὶς ἐνδέχεται τὸν ἄνθρωπον τελειωθῆναι καὶ μεθ’ οὖ ἐνδέχεται μὴ τελειωθῆναι, οὐ συμβάλλεται πρὸς τὸ οἰκεῖον τῷ ἀνθρώπῳ τέλος, ὥσπερ φέρε εἰπεῖν ἡ παρθενία ἢ ἡ εὐσέβεια· ἅ γε πολλοῦ δεῖ μάταια εἶναι.
Τοῦ δευτέρου. Αἴτιον μὲν οὖν ἐγένετο τισὶν ἀπωλείας ὁ λόγος, ἀλλ’ οὐ καθ’ ἑαυτό, ἀλλὰ κατὰ συμβεβηκός· ἡμῖν δὲ αὐτὸς ὁ λόγος τὸ προκείμενον. Εἰ δὲ τὸ κατὰ συμβεβηκὸς αἴτιον κακοῦ κακὸν ἀξιώσομεν εἶναι, πολλὰ ἕψεται τὰ ἄτοπα· οἶον, φέρε εἰπεῖν, ὁ νόμος καὶ ἡ ἐντολὴ ἡ παρὰ Θεοῦ αἴτιον ἐγένοντο τοῖς ἀθετοῦσι θανάτου κατὰ συμβεβηκός, οὐ δι’ ἑαυτά· ἄτοπον δὲ πονηρὰ νομίζειν· «ἐλθούσης γάρ», φησί, «τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον».
Τοῦ τρίτου. Οὐ πᾶν δέ, ὃ μόνον οὐκ ἄγει πρὸς τὸ τέλος, μάταιον. Διττῶν γὰρ ὄντων τῶν τελειούντων τὴν φύσιν, ἔργων ἀγαθῶν καὶ πίστεως, εἰ περὶ τὸ ἕτερον μόνον τις διατρίψει, θρήνου ἀξίαν βιώσεται ζωήν. Ἀλλ’ οὐ παρὰ τοῦτο τῇ ἑαυτοῦ φύσει μάταιον οὔτε ἡ πίστις οὔτε τὰ ἔργα· οὐ γὰρ «ματαία ἡ πίστις ἡμῶν», οὐδὲ «κενὸν τὸ κήρυγμα ἡμῶν», Παῦλος φησίν.
著作
文本
在新窗口中打开相关段落。