Προθεωρία, ἐκτεθεῖσα σαφῶς ἄγαν παρὰ τοῦ ἀδελφιδοῦ (Νικολάου τοῦ Καβάσιλα) τοῦ τὴν ἀρίστην ταύτην πραγματείαν συστησαμένου, διὰ βραχέων ῥημάτων, ὡς οἷόν τε, τὸ πᾶν τῆς ὑποθέσεως ἐκτιθεμένη Τοῦτο τὸ βιβλίον συνέστη μὲν κατὰ τῆς τῶν Λατίνων καινοτομίας, τηρεῖ δ’ ἐκείνην τὴν τάξιν, τῶν λόγων ἐκτεθέντων ἁπάντων, δι’ ὧν Λατῖνοι συμπεραίνειν δοκοῦσι τὴν ἐν τῷ Συμβόλῳ προσθήκην. Πρῶτον μὲν πρὸς τὸ συμπέρασμα τῶν Λατίνων ὁ λόγος, τὸ ἀντικείμενον αὐτῷ διὰ πάντων ἀληθὲς εἶναι δεικνύων ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ ἅγιον Πνεῦμα, δείκνυσι δὲ μαρτυρίαις τῆς ἁγίας Γραφῆς καὶ τῶν ἁγίων Πατέρων, οἷς πιστεύειν ὥσπερ ἡμῖν, οὕτω καὶ Λατίνοις ἀνάγκη.