Ἔργον
Νικόλαος Μεθώνης – Εἰς τὸν μέγαν δομέστικον
Επίλογος και δοξολογία
Ολοκλήρωση του έργου, καταληκτήριες ευχές προς τον αποδέκτη για πνευματική προκοπή και τριαδική δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Επίλογος και δοξολογία
Ολοκλήρωση του έργου, καταληκτήριες ευχές προς τον αποδέκτη για πνευματική προκοπή και τριαδική δοξολογία.
Τοσαῦτα ἡμῖν ἔν γε τῷ παρόντι περί τε τῶν προτεθέντων παρὰ τῆς σῆς μεγαλονοίας καὶ τῶν προσυπομνησθέντων παρὰ τῆς ἡμετέρας εὐτελείας εἰπεῖν δέδοται. Εἰ μὲν ἀρκοῦντα, τῷ Θεῷ χάρις καὶ σοὶ τῷ τὰς ἀρχὰς προκαταβαλλόντι καὶ τοὺς λόγους κινήσαντι· εἰ δὲ μή, σοφὸς ὢν αὐτὸς τῇ μετοχῇ τῆς ὄντως σοφίας καὶ ἀφορμὴν ἐκ τῶν παρόντων λόγων λαβών, ἔτι πάντως ἔσῃ σοφώτερος, καὶ ῥᾷον οὕτω προσθήσεις καὶ τὰ λειπόμενα.
Ἡ χάρις τοῦ παναγίου Πνεύματος εἴη μετὰ σοῦ ὁδηγοῦσά σε εἰς πᾶσαν εὐθύτητα, σοφίζουσά τε καὶ συνετίζουσα, καὶ ἀπὸ γνώσεως εἰς γνῶσιν, καὶ ἀπὸ δόξης εἰς δόξαν τελεωτέραν ἀεὶ προβιβάζουσα, μέχρις οὗ καταντήσεις εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。