Ἔργον
Νεῖλος Καβάσιλας – Κατὰ Νείλου Καβάσιλα
Η ερμηνεία του Βαλσαμώνα και οι κανονικές διατάξεις περί εφέσεως
Η θέση του Βαλσαμώνα περί του αμετάκλητου των πατριαρχικών αποφάσεων και η παράθεση των σχετικών συνοδικών κανόνων.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η ερμηνεία του Βαλσαμώνα και οι κανονικές διατάξεις περί εφέσεως
Η θέση του Βαλσαμώνα περί του αμετάκλητου των πατριαρχικών αποφάσεων και η παράθεση των σχετικών συνοδικών κανόνων.
Τοῦ μακαριωτάτου μητροπολίτου Θεσσαλονίκης κῦρ Νείλου τοῦ Καβάσιλα ἀντιλογία εἰς τὰ ἐν τῷ ιβʹ κανόνι τῆς ἐν Ἀντιοχείᾳ συνόδου διερμηνευόμενα τῷ Βαλσαμών, ἅπερ ἐστὶ τό· εἰ γὰρ καὶ παντὶ καταδικαζομένῳ καὶ ἀδικεῖσθαι οἰομένῳ, ἡ τῆς ἐκκλήτου βοήθεια δίδοται, ἀλλ’ ἐπί τοί γε τῶν πατριαρχῶν αἱ ψῆφοι ἐφέσει οὐχ ὑπόκεινται, ὁ πειρώμενος ἔκκλητον τῷ βασιλεῖ ποιήσασθαι, μετὰ τὴν τοῦ πατριάρχου ἐξενεχθεῖσαν ἀπόφασιν, τιμωρεῖται κατὰ τὸν παρόντα κανόνα, καὶ τὰ ἑξῆς.
Ὅτι καὶ οἱ ἀπὸ τοῦ βασιλέως αἰτοῦντες κρίσιν δημοσίων κριτῶν ἱερωμένοι ὑπὸ καθαίρεσιν, ὁμοίως καὶ οἱ ἐνοχλοῦντες τὰς βασιλικὰς ἀκοὰς καταψηφισθέντες ὑπό τινος συνόδου, καὶ ὅτι κἂν ἀδίκως κατακριθείη τις, ἐμμένειν ὀφείλει τῇ ψήφῳ, ἕως οὗ ἀκουσθῇ καὶ ἀθῳωθῇ ὑπὸ μείζονος συνόδου πλειόνων ἐπισκόπων. Ἤρεσεν ἵνα ὁστισδήποτε ἀπὸ τοῦ βασιλέως διάγνωσιν δημοσίων δικαστηρίων αἰτήσῃ, τῆς ἰδίας τιμῆς στερηθείη· ἐὰν δὲ κρίσιν ἐπισκοπικὴν ἀπὸ τοῦ βασιλέως αἰτήσῃ, μηδὲν αὐτῷ ἐμποδίσῃ. Καί·
Εἴ τις ὑπὸ ἰδίου ἐπισκόπου καθαιρεθεὶς πρεσβύτερος ἢ διάκονος ἢ ἐπίσκοπος ὑπὸ συνόδου ἐνοχλῆσαι τολμήσειε τὰς βασιλικὰς ἀκοάς, δέον ἐπὶ μείζονα σύνοδον ἐπισκόπων τραπέσθαι, καὶ ἃ νομίζει δίκαια ἔχειν προσαναφέρειν πλείοσιν ἐπισκόποις καὶ τὴν παρ’ αὐτῶν ἐξέτασίν τε καὶ ἐπίκρισιν ἐκδέχεσθαι· εἰ δὲ τούτων ὀλιγωρήσας ἐνοχλήσειε τῷ βασιλεῖ, καὶ τούτους μηδεμιᾶς συγγνώμης ἀξιοῦσθαι, μηδὲ χώραν ἀπολογίας ἔχειν, μηδὲ ἐλπίδα μελλούσης ἀποκαταστάσεως προσδοκᾶν.
著作
文本
在新窗口中打开相关段落。