Λατίνων κεφάλαιον ληʹ. Συλλογισμὸς τέταρτος
«Ἔτι, τὰ εἰς ἕν τι κοινὸν συνιόντα, εἰ πρὸς ἄλληλα διακρίνοιντο, ἀνάγκη διακρίνεσθαι διαφοραῖς τισι καθ’ αὑτάς, καὶ μὴ κατὰ συμβεβηκός, τὸ κοινὸν διαιρούσαις, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ ἵππος κοινωνοῦσιν ἀλλήλοις κατὰ τὸ ζῷον, καὶ διακρίνονται ἀλλήλων οὐ τῷ λευκῷ καὶ τῷ μέλανι, ὃ κατὰ συμβεβηκός ἐστι τῷ ζῴῳ, ἀλλὰ τῷ λογικῷ καὶ ἀλόγῳ, ὃ καθ’ αὑτό ἐστι τῷ ζῴῳ· ἐπεὶ γὰρ ζῷόν ἐστι τὸ ἔχον ψυχήν, ἀνάγκη τούτῳ διακρίνεσθαι τῷ τοιάνδε ἢ τοιάνδε ἔχειν ψυχήν, λογικὴν δηλονότι ἢ ἄλογον. Φανερὸν δὲ ὡς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ τὸ ἀφ’ ἑτέρου εἶναι κοινωνοῦσιν, ἄμφω γὰρ παρὰ τοῦ Πατρός εἰσι, καὶ κατὰ τὸ κοινόν, εἰς ὅπερ συνίασιν, ἀμφοτέρων ὁ Πατὴρ διαφέρει τῷ εἶναι ἀγέννητος. Εἰ τοίνυν τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Υἱοῦ διακρίνεται, ἀνάγκη τοῦτο διαφοραῖς τισι γίνεσθαι, καθ’ ἑαυτὰς διαιρούσαις τὸ ὂν ἀφ’ ἑτέρου· ἃς δὴ διαφορὰς ἀδύνατον εἶναι πλὴν τοῦ αὐτοῦ γένους, τουτέστι, πρὸς τὸ κατ’ αἰτίαν ἀναφερομένας, ὥστε δηλονότι τὸ ἕτερον αὐτῶν εἶναι ἐκ τοῦ ἑτέρου. Λείπεται τοίνυν πρὸς τὸ διακρίνεσθαι τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Υἱοῦ, ἀναγκαῖον εἶναι παρὰ τοῦ Υἱοῦ εἶναι».