καὶ φῶς πάλιν, ὅτι τυφλῶττον ἐν ἡμῖν πρότερον περὶ τὰ πάθη, αὕτη καταλάμψασα τὸ ἡγεμονικόν, ποιεῖ αὐτὸ καθορᾶν τὴν ἐν τῇ ἁμαρτίᾳ ἀσχημοσύνην καὶ αἰσχρότητα καὶ ἀμορφίαν. τὸ δὲ 〈πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν,〉 ἢ ὡς εἴρηται ληπτέον, ἢ κατασκευαστικὸν τοῦ δύνασθαι ἐλέγχειν τοὺς σπουδαίους διὰ τοῦ οἰκείου βίου τὴν τῶν φαύλων πολιτείαν. φανεροῦται μὲν γὰρ ὁ τοῦ σπουδαίου βίος, φησίν, φανερούμενος δὲ φῶς ἐστιν, φωτὸς δὲ λάμποντος τὸ σκότος ἐλέγχεται, ὅπερ ἐστὶν ὁ τῶν φαύλων βίος. 〈Μᾶλλον δὲ καὶ ἐλέγχετε.〉 ἢ οὕτως· ἐλέγχετε αὐτοὶ διὰ τοῦ ὑμετέρου λαμπροῦ καὶ σπουδαίου βίου, καὶ μὴ ἀναμένετε ἐκείνους ἑαυτοὺς προσαγγέλλειν καὶ κωμῳδεῖν τὰ οἰκεῖα καὶ εἰς μέσον ἄγειν καὶ οὕτω βελτιοῦσθαι. εἰ γὰρ καὶ πράττουσιν ἃ μὴ θέμις, ἀλλ᾽ οὖν ὑπὸ τῆς ἐμφύτου γνώσεως εἰδότες αὐτῶν τὴν αἰσχρότητα αἰσχύνονται, καίτοι δέον ἀνακαλύπτειν τὴν αἰσχημοσύνην ἑαυτῶν. 〈Πᾶν γὰρ τὸ φανερούμενον.〉 ὅτι, φησί, τὸ φανερούμενον καὶ ἀνακαλυπτόμενον φῶς γίνεται, μαρτυρεῖ καὶ ἡ χρῆσις· 〈ἔγειρε〉 γάρ, φησίν, 〈ὁ καθεύδων,〉 οἷον· διανάστηθι ἀπὸ τῆς πρὸς τὰ πάθη κατακλίσεως καὶ προσεδρείας. 〈καὶ ἀνάστα ἐκ τῶν νεκρῶν·〉 ἔασον αὐτὰ νεκρὰ καὶ αἰσχρὰ καθώς εἰσιν φανερωθῆναι. καὶ ἂν ταῦτα γένηται, 〈ἐπιφαύσει σοι〉 τότε καὶ φωτίσει καὶ καταυγάσει σε ὁ 〈Χριστός,〉 ὥστε τὸ φανερούμενον φῶς γίνεται καὶ φωτίζεται.