Phil 1,17 〈Ἢ τί γὰρ〉 ἄλλο, φησίν, εἰ μὴ τοῦτο; οἷον· τί ἄλλο γὰρ εἰ μὴ εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι;
Phil 1,20 〈Ὡς πάντοτε καὶ νῦν.〉 πάντοτε ἐμεγαλύνετο Χριστὸς ἐν τῷ Παύλῳ, καὶ ὅτε παρεχώρει αὐτὸν τοῖς δεσμοῖς καὶ ταῖς μάστιξιν ἐνταλαιπωρεῖν, καὶ ὅτε ἐξεῖλκε καὶ ἐλυτροῦτο αὐτόν. διὰ μὲν γὰρ ἐκείνου ἐβεβαιοῦτο καὶ ἐκρατύνετο τὸ κήρυγμα, λογιζομένων τῶν ὁρώντων τὰ Παύλου δεσμὰ καὶ τὰς θλίψεις, ὡς εἰ μὴ θεῖόν τι καὶ πανάληθες αὐτοῦ τὸ κήρυγμα, οὐκ ἂν ἑαυτὸν μυρίοις χαίρων ἐξεδίδου κακοῖς ἐνὸν παυσάμενον ἀπαλλάττεσθαι. διὸ εἰκότως ἐμεγαλύνετο ὁ Χριστὸς τοῦ κηρύγματος βεβαιουμένου. πάλιν δὲ ὅτε ἐξεῖλκε καὶ ἐξήρπαζεν αὐτὸν ἐκ τῶν κινδύνων, αὐτόθεν ἐμεγαλύνετο. εἰ μὴ γὰρ θεία τις καὶ ὑπὲρ ἄνθρωπον ἦν ἡ ῥυομένη τὸν Παῦλον χάρις, πῶς ἐλύετο τὰ δεσμά; πῶς ἀνεῴγνυντο αἱ θύραι; πῶς τὰ μυρία ἐκεῖνα θαύματα ἐγεγόνει; ἐμαρτύρει οὖν ὁ Χριστὸς δι᾽ ὧν ἐρρύετο τῶν κινδύνων Παύλῳ· καὶ Παῦλος πάλιν δι᾽ ὧν ἐνεκαρτέρει τοῖς πειρασμοῖς, ἐμαρτύρει τῷ κηρύγματι· καὶ δι᾽ ἀμφοῖν ὁ Χριστὸς ἐμεγαλύνετο. οὕτως οὖν καὶ νῦν, φησίν· εἴτε ἐξαιρεῖταί με τοῦ θανάτου εἴτε μὴ ὁ Χριστός, 〈ἐν ἐμοὶ μεγαλυνθήσεται·〉 ἐγὼ γὰρ καὶ ζῶν τῆς ὑπὲρ τοῦ κηρύγματος παρρησίας οὐκ ἀποστήσομαι, κἂν δέῃ με τεθνάναι, μετὰ ταύτης τεθνήξομαι. 〈Εἴτε διὰ ζωῆς.