Ὁρᾷς ὡς μάτην οὗτοι, μᾶλλον δ’ εἰς πρόχειρον θήραν τῶν πολλῶν, τὸ τῶν Χριστιανῶν ἑαυτοῖς ἐπέθεσαν ὄνομα; ἐκπορεύεται τὸ πνεῦμα τοῦ υἱοῦ. πόθεν ἤκουσας τοῦτο; ἐκ ποίων εὐαγγελιστῶν τὴν φωνὴν ἔχεις ταύτην; ποίας συνόδου τὸ βλάσφημον τοῦτο ῥῆμα; ὁ κύριος καὶ θεὸς ἡμῶν φησιν· ‘τὸ πνεῦμα, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται’· οἱ δὲ τῆς καινῆς ταύτης δυσσεβείας πατέρες ‘τὸ πνεῦμα,’ φασίν, ‘ὃ παρὰ τοῦ υἱοῦ ἐκπορεύεται’. τίς οὐ κλείσει τὰ ὦτα πρὸς τὴν ὑπερβολὴν τῆς βλασφημίας ταύτης; αὕτη κατὰ τῶν εὐαγγελίων ἵσταται, πρὸς τὰς ἁγίας ἀπομάχεται συνόδους, τοὺς μακαρίους καὶ ἁγίους παραγράφεται πατέρας, τὸν μέγαν Ἀθανάσιον, τὸν ἐν θεολογίᾳ περιβόητον Γρηγόριον, τὴν βασίλειον τῆς ἐκκλησίας στολήν, τὸν μέγαν Βασίλειον, τὸ χρυσοῦν τῆς οἰκουμένης στόμα, τὸ τῆς σοφίας πέλαγος, τὸν ὡς ἀληθῶς Χρυσόστομον. καὶ τί λέγω τὸν δεῖνα ἢ τὸν δεῖνα; κατὰ πάντων ὁμοῦ τῶν ἁγίων προφητῶν, ἀποστόλων, ἱεραρχῶν, μαρτύρων, καὶ αὐτῶν τῶν δεσποτικῶν φωνῶν ἡ βλάσφημος αὕτη καὶ θεομάχος φωνὴ ἐξοπλίζεται.