Ὅπως ἐγένετο καὶ πόθεν καὶ πότε ἡ τῶν Ἰταλῶν ἐκ τῶν ὀρθοδόξων διαίρεσις καὶ διάστασις.
Λεύκιός τις ὀνομαστὶ τὴν δι’ ἀστρονομίας γοητευτικὴν εἰς ἄκρον ἐξησκημένος καὶ τὴν Ἀπολιναρίου αἵρεσιν ὅλην ἐκπεπωκώς, ὡς δὲ καὶ τὴν τοῦ Μανέντος, Οὐαλεντίνου τε καὶ Μαρκίωνος (αὕτη γὰρ ἡ αἵρεσις τὴν μὲν τοῦ κυρίου ἐνανθρώπησιν ἀπαρνεῖται, οὐράνιον καταγγέλλουσα προσειληφέναι τὸν κύριον σῶμα ἄψυχόν τε καὶ ἄνουν, ἀρκεῖν ἀντὶ νοῦ καὶ ψυχῆς τοῦ μονογενοῦς τὴν θεότητα φάσκουσα· διὸ καὶ τὴν ἄζυμον ἐκτελοῦσι θυσίαν κατάλληλον τῷ προσληφθέντι ἀψύχῳ τε καὶ ἀλόγῳ, ὥς φασι, σώματι·) ὡς δὲ καὶ τὴν πνευματομαχικὴν οὗτος ὅλην ἐκπεπωκὼς αἵρεσιν· μετὰ τὴν ἁγίαν ϛ (al. εʹ) οἰκουμενικὴν σύνοδον, ἥτις τὰς τοιαύτας αἱρέσεις τῷ ἀναθέματι καθυπέβαλε μετὰ τῶν αἱρεσιαρχῶν τούτων, εἰς ὄψιν ἦλθε τῷ ἁγίῳ Γρηγορίῳ τῷ τῆς Ἀκραγαντίνων ὕστερον ἐκκλησίας ἀρχιερατεύσαντι καὶ πλείστας ἄμφω ἐν Παλαιστίνῃ συγκροτήσαντες διαλέξεις (ἐκεῖσε γὰρ οὗτοι ἐτύγχανον τότε) κατακράτος ὁ θεῖος Γρηγόριος τοῦτον κατῄσχυνεν.