Ἐπὶ Λέοντος τοῦ παραβάτου πάλιν ἐσχίσθησαν μέχρι Μιχαὴλ καὶ Θεοδώρας.
Ἐπὶ Φωτίου, ὡς ἡ ἐγκύκλιος αὐτοῦ παριστᾷ ἐπιστολή, μεγάλη διαφορὰ ἦν περὶ τῶν φραγγικῶν σφαλμάτων, περὶ ὧν καὶ οἱ τῆς ϛʹ ἐπισημήναντο. Ἀλλ’ ἑνώσεως γενομένης Φωτίου καὶ Ἰωάννου τοῦ πάπα, οὐ μόνον τὰ αἰτιάματα ὡς ἀθύρματα παρέδραμον ἀσυζήτητα, ἀλλὰ καὶ τὰ ἀρχαῖα δίκαια τῷ Ῥώμης ἐκύρωσαν, ἃ νῦν οὐκ ἔχων ὁρᾶται. Ἀπὸ γοῦν τῆς ϛʹ ἄχρι τῆς ζʹ, ἐτῶν ρηʹ παραρρευσάντων, οὔτε πρὸ τοῦ, οὔτε ἐν τῇ ζʹ, ᾐτιάθησαν οἱ Ῥωμαῖοι διὰ τὰ ἐν τῇ ϛʹ σφάλματα. Πάλιν ἀπὸ τῆς ζʹ μέχρι Φωτίου, ἱκανοῦ παρελθόντος χρόνου, ὡσαύτως ζήτησις οὐ συμβέβηκε, καὶ μᾶλλον ἐπὶ Φωτίου· οὓς ἀρχιερεῖς ἐχρῆν πρῶτον ἐπιδιορθώσασθαι τὰ τοιαῦτα, καὶ οὕτως ἑνωθῆναι τῆς Ῥώμης.