Ἔργον
Μέγας Φώτιος – Στίχοι εἰς Βασίλειον Α΄ αὐτοκράτορα (Νόθος)
Η θεία εκλογή και η ανάρρηση του αυτοκράτορα
Εξυμνείται η κατά θείαν ευδοκίαν άνοδος του Βασιλείου Α' στο ύπατο αξίωμα, κατά το πρότυπο του προφήτη Δαβίδ.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η θεία εκλογή και η ανάρρηση του αυτοκράτορα
Εξυμνείται η κατά θείαν ευδοκίαν άνοδος του Βασιλείου Α' στο ύπατο αξίωμα, κατά το πρότυπο του προφήτη Δαβίδ.
ὑπεκπροχεύων παντὶ σώματος μέρει ἀπὸ κρατὸς καὶ μέχρι ταρσῶν εὐλόγως. καὶ μαρτυρεῖ δὲ τοῦτον ὁ Χριστὸς λέγων· “εὗρον τὸν ἄνδρα Βασίλειον τὸν μέγαν, ὃν εὐκλεῶς ἔχρισα τῷ θείῳ σθένει, ἐμοὶ ποθεινὸν ὄντα πρὸς τῇ καρδίᾳ, ὡς ὄντα πιστὸν οἰκέτην μου καὶ φίλον, ἐμῶν θελητὴν πανσόφων ἐνταλμάτων καὶ τρισσοφεγγῶν εὐσεβῶν προσταγμάτων.” Δαυῒδ νέος μὲν εἰς δόμους γεννητόρων, μικρὸς δὲ τάξει τῆς ἀδελφικῆς φύτλης, μέγας δὲ τῷ βλέποντι κρυπτὰ καρδίας· οὐκ εὐδοκεῖ γὰρ σωμάτων εὐρωστίᾳ ἀλλ’ ἐν φαειναῖς πράξεσιν θείου βίου· ἐκ ποιμνίων ἤρθη γὰρ εἰς ἀρχῆς κράτος καὶ χρίεται τὸ χρῖσμα τῶν ἀνακτόρων. ὁ δεσπότης δὲ Βασίλειος, ἡ βάσις, ὁ παγκράτιστος τοῦ κράτους ἐπώνυμος, ἐγνωσμένος φὼς τῷ Θεῷ πρὸ τοῦ τόκου, ἄμωμος, ἁγνός, ἐστερημένος ψόγου, σκεῦος πεφυκὸς ἐκλογῆς σεβασμίας, ἐξ ἰδιωτῶν μετριωτάτου γένους ἀπραγμόνων τε καὶ σεμνῶν γεννητόρων πανευλαβῶν δὲ καὶ πανευσεβεστάτων, κόσμῳ τ’ ἄγνωστος τῷ Θεῷ δ’ ἐγνωσμένος, τὸ θεῖον ὄντως χρῖσμα τῆς ἐξουσίας μέγαν τε θῶκον τῶν ἀνάκτων τοῦ κράτους εἴληφεν ὡς ὢν ἄξιος τῶν ἀξίων. δηλοῖ γὰρ ἡμῖν ἡ φερώνυμος φάσις, ἡ τῷ μεγίστῳ τῶν βροτῶν καθαρσίῳ βάπτισμ’ ὃ δὴ καλοῦμεν οἱ λελουμένοι ὑπ’ ἀγγέλου δοθεῖσα τῷ κεκληκότι·
著作
文本
在新窗口中打开相关段落。