Ἀλλ᾽ ἐπειδή τινες ἀγνοίᾳ φερόμενοι ἐπισκήπτουσιν ἡμῖν ὡς ὑπέρογκα ἐκ ματαιότητος φρονοῦσι καὶ ἀδύνατα καὶ ὑπὲρ ἄνθρωπον γενέσθαι ἐλπίζουσι κατὰ τὸν σκοπόν, ὅνπερ ἀπὸ τῶν θεοπνεύστων γραφῶν παρεστήσαμεν, καὶ τὴν γινομένην εἰλικρινῆ τοῖς πιστεύουσι καθαρότητα, ἣν οὐκ ἀμαρτύρως εἰπεῖν τετολμήκαμεν, καί φασιν ὅτι ἀδύνατόν ἐστί τινα ἄνθρωπον γενέσθαι ὡς αἱ γραφαὶ παρακελεύονται, ἤτοι περὶ τελείας καθαρότητος καὶ ἀπαλλαγῆς τῶν παθῶν ἤτοι περὶ τῆς μετουσίας καὶ πληρώσεως τοῦ ἁγίου πνεύματος (ἠθέλησε γάρ, φασίν, ὁ κύριος οὕτω λαλῆσαι πρὸς φόβον ἀνθρώπων τὸ Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὰ ὅμοια ἀποτόμως εἶπεν, οὐχ ὅτι, ἐὰν μή τις οὕτως γένηται, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐκ εἰσέρχεται· γενέσθαι γὰρ οὕτως ἀνθρωπίνῃ φύσει ἀδύνατον), ἀναγκαῖον δι᾽ ὀλίγων περὶ τούτων παραστῆσαι τῷ δεσπότῃ καὶ δεῖξαι οἵαν μὲν βλάβην καὶ ζημίαν ὑφίστανται οἱ ταῖς θείαις γραφαῖς ἑαυτοὺς πείσαντες μὴ πιστεύειν, ἀλλὰ τῇ ἰδίᾳ τοῦ νοὸς ὑπολήψει ματαίως πληροφορεῖσθαι, οἵαν δὲ κατόρθωσιν καὶ κέρδος ἑαυτοῖς προξενοῦσιν οἱ πιστεύοντες τοῖς τοῦ πνεύματος διδάγμασι καὶ οὕτως ἑαυτοὺς πληροφορήσαντες, ὅτι πᾶν ῥῆμα καὶ πᾶς λόγος καὶ πᾶσα ἐντολὴ διὰ τοῦ ἀψευδοῦς καὶ ἁγίου πνεύματος εἰρημένη τοῖς ἀληθῶς καὶ τελείως ἑαυτοὺς τῷ θεῷ ἐκδεδωκόσι καὶ διὰ τῆς πίστεως τὴν μετουσίαν τοῦ ἁγίου πνεύματος κομιζομένοις ἀγῶνι τελείῳ προαιρέσεως καὶ ἀντιλήψεως χάριτι κατορθωθῆναι δύναται.