ὃν εἶδεν ἡ ἁμαρτωλὸς καὶ προσεκύνησε, καὶ ἀνεπλήρωσε τὰ ὀφειλήματα αὐτῆς τοῖς φιλήμασι τῶν ποδῶν αὐτοῦ· ὃν ἰδὼν Ζακχαῖος ἐδέξατο ζωὴν ἐν τῷ οἴκῳ αὐτοῦ· ὃν εἶδον τὰ ὕδατα καὶ μετεβλήθη εἰς οἶνον, καὶ ὀλίγοι ἄρτοι ὑπερεπερίσσευσαν· ὃς ἔδωκεν ἴασιν ἐκ τοῦ κρασπέδου αὐτοῦ τῇ αἱμορροούσῃ καὶ ἐρρύσθη ἐκ τῆς πηγῆς τοῦ αἵματος τῆς ῥύσεως αὐτῆς· ὁ περιπατήσας ἐπὶ κυμάτων θαλάσσης, καὶ ἐπιτιμήσας τῷ ἀνέμῳ καὶ ἡσύχασε, καὶ τοὺς ἰχθύας συγκλείσας ἐν τῇ σαγήνῃ, καὶ πάλιν ἐξ ἰχθύος ἑτέρου στατῆρα ἐνεγκών· ὃν εἶδον οἱ ἁμαρτωλοί, καὶ ἐδικαιώθησαν, καὶ πόρναι γεγόνασι σώφρονες, καὶ παρθένοι κατέλιπον τοὺς ὁρμαστοὺς αὐτῶν, καὶ ὕπανδροι ἀνεχώρησαν τῶν συζύγων αὐτῶν, καὶ νυμφίοι καὶ νύμφαι κατήργησαν τοὺς γάμους αὐτῶν, καὶ βασιλεῖς λαβόντες τὰ διαδήματα, ἦλθον εἰς προσκύνησιν αὐτοῦ, καὶ δικασταὶ κατέλιπον τὰ δικαστήρια αὐτῶν, καὶ σοφοὶ κατεπάτησαν τὴν σοφίαν αὐτῶν, καὶ ἰατροὶ ἔρριψαν τὰ φάρμακα αὐτῶν, καὶ πλούσιοι ἀφῆκαν τὸν πλοῦτον αὐτῶν, καὶ ἔμποροι κατέλιπον τὰς ἐνθήκας αὐτῶν· ὃν εἶδον ἄφρονες καὶ γεγόνασι συνετοί, καὶ ἰδιῶται γεγόνασι γραμματεῖς, καὶ ἁλιεῖς γεγόνασι κήρυκες, καὶ οἱ μὴ ἔχοντες λόγον ἐλάλησαν πάσῃ γλώσσῃ. εἰρήνη ἐκείνη, ἡ δεξαμένη τὸ δῶρον τοῦ Ἄβελ, καὶ μεταστήσασα τὸν Ἐνὼχ τοῦ μὴ γεύσασθαι θανάτου, καὶ τὸν Νῶε σκεπάσασα ἐν τῇ κιβωτῷ.