Ἔργον
Μακάριος ὁ Αἰγύπτιος – Εὐχαί
Προσευχή προς τον φύλακα άγγελο
Ευχή προς τον φύλακα άγγελο για προστασία κατά τη διάρκεια της νύχτας, αποτροπή των δαιμονικών επιθέσεων και πνευματική καθοδήγηση.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προσευχή προς τον φύλακα άγγελο
Ευχή προς τον φύλακα άγγελο για προστασία κατά τη διάρκεια της νύχτας, αποτροπή των δαιμονικών επιθέσεων και πνευματική καθοδήγηση.
Εὐχὴ εἰς τὸν ἅγιον ἄγγελον τὸν ἀπὸ Θεοῦ ταχθέντα σκεπεῖν καὶ διαφυλάττειν ἡμᾶς. Ἅγιε ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλὸν, μηδ᾽ ἀποστῇς ἀπ᾽ ἐμοῦ διὰ τὴν ἀκαθαρσίαν μου, μὴ δῷς χώραν τῷ πονηρῷ δαίμονι, κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος. Κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναὶ, ἅγιε ἄγγελε τοῦ Θεοῦ, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν. Σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν. Καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。