B Nr. 19b f. 131v21—132r21 — b Nr. 19b f. 136r34—136v29.
Vgl. Dörries S. 193 Καὶ ὥσπερ ἐν τῷ βίῳ τούτῳ οὔτε τὸ ὅλον ἀνέσεις καὶ εὐφορίαι καὶ καρπογονίαι καὶ εἰρήνη παρὰ ἀνθρώποις τυγχάνει, ἀλλὰ τῷ τῆς δικαιοσύνης ζυγῷ καὶ μέτρῳ ὁ θεὸς παιδεύει καὶ ἐλεεῖ καὶ προνοεῖται τοῦ κόσμου, οὕτω καὶ ψυχὴ ἡ τῷ ἄνω κόσμῳ γεννηθῆναι ποθοῦσα οὐ τὸ ὅλον ἐν ἀνέσει καὶ εὐφροσύνῃ καὶ χαρᾷ τοῦ πνεύματος γίνεται, ἀλλὰ τῷ τῆς δικαιοσύνης καὶ χάριτος ζυγῷ παιδεύει καὶ ἐλεεῖ καὶ οἰκονομεῖ ταύτην ὁ θεός. εἰ γὰρ τὸ ὅλον ἄνεσις ἦν ἐν τῷ βίῳ παρὰ ἀνθρώποις καὶ τρυφὴ καὶ κόρος καὶ πλοῦτος ἄνευ θλίψεων καὶ ὀδυνῶν, οὐκ ἂν ἤνεγκαν καὶ ἐβάστασαν οἱ ἄνθρωποι καταφρονοῦντες τοῦ θεοῦ καὶ εἰς τὰς τῆς σαρκὸς ἡδονὰς ἑαυτοὺς παντελῶς ἐκδιδόντες. «ἔφαγε» γάρ φησιν «Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». οὕτω καὶ εἰς τὸ πνευματικὸν ἀνάλαβε. εἰ τὸ ὅλον καὶ ἀδιαλείπτως ἐν τῇ χαρᾷ καὶ τῇ ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος μόνον διῆγεν ἡ ψυχή, οὐκ ἂν ἑαυτὴν ἔτι ἐπεγίνωσκε καὶ τὴν γυμνασίαν δὲ καὶ ὁδὸν τῆς «δικαιοσύνης» ἠγνόει ἂν καὶ ὑπερῄρετο, καὶ τῇ οἰήσει μόνον προέκοπτε πάντων κατεπαιρομένη καὶ οὐδ᾽ ὡς ἄνθρωπον ἑαυτὴν ἐλογίζετο εἶναι. ὥς φησιν ὁ ἀπόστολος· ἐν «τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων», «ἐδόθη μοι» «ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι».