C Nr. 32f f. 134v25—135r15 — R Nr. 30e f. 140v8—141r4 — J Nr. 19 Εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ εἰς ἀξιώματα καὶ προκοπὰς μεγάλας οὐ δυνήσεταί τις διελθεῖν, ἐὰν μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένηται καὶ εἰς πόνους καὶ εἰς πολέμους εὐδοκιμήσῃ πείρᾳ ἐπιδειξάμενος τὴν νίκην καὶ τρόπαια κατὰ τῶν ὑπεναντίων φέρων— πόσῳ μᾶλλον ἐπὶ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ βασιλεῖ τὰς δωρεὰς τοῦ πνεύματος τὰς ἐπουρανίους οὐδεὶς καταξιοῦται, ἐὰν μὴ πρότερον ἐγγυμνασθῇ ἐν τῇ μελέτῃ τῶν ἁγίων ἐντολῶν, καὶ οὕτω λαμβάνει ὅπλον ἐπουράνιον (αὐτὴν τὴν χάριν) καὶ ἀγωνίζεται κατὰ τῶν πνευμάτων «τῆς πονηρίας». ὅσῳ γάρ τις προκόπτει εἰς τὸν πνευματικὸν ἀγῶνα ἀκμὴν λαμβάνει τῶν πνευματικῶν μυστηρίων καὶ τῶν τῆς σοφίας ἀποκρύφων θησαυρῶν, καὶ ὅσῳ ἐν τῇ χάριτι αὐξάνει, τοσούτῳ προκόπτει εἰς τὸ γινώσκειν τὰ τῆς κακίας «νοήματα».