εἰ οὖν ἔχεις «τὸν θησαυρὸν τοῦτον» ἐν τῷ ὀστρακίνῳ σου σκεύει, εἰ «ὁ εἰπών· ἐκ σκότους φῶς λάμψαι, ἔλαμψεν» ἐν τῇ καρδίᾳ σου «πρὸς φωτισμὸν τῆς γνώσεως» τοῦ εὐαγγελίου, εἰ «εἰρήνη τοῦ θεοῦ» βραβεύει ἐν τῇ καρδίᾳ σου ἀδιαλείπτως, εἰ διώξας κατείληφας τὴν «εἰρήνην» σὺν τῷ ἁγιασμῷ, εἰ «εἰς τὸν ἔσω» σου «ἄνθρωπον» κατῴκησεν ὁ Χριστός, εἰ «ὁ πατὴρ» σὺν τῷ μονογενεῖ αὐτοῦ ἐποίησε «μονὴν» παρὰ σοί, εἰ κατηξιώθης τοῦ μακαρισμοῦ διὰ τῆς ἐν καρδίᾳ καθαρότητος, εἰ ἐγένου «ναὸς θεοῦ» «καὶ τὸ πνεῦμα» αὐτοῦ ᾤκησεν ἐν σοί, εἰ «ἐν πληροφορίᾳ πίστεως» ἐρραντισμένην ἔχεις τὴν καρδίαν «ἀπὸ συνειδήσεως πονηρᾶς», εἰ «ὁ θεὸς τῆς εἰρήνης» ἡγίασέν σε ὁλοτελῆ «καὶ ὁλόκληρόν» σου «τὸ πνεῦμα» καὶ τὴν ψυχὴν «καὶ τὸ σῶμα ἀμέμπτως», εἰ εἶ παρθένος φρονίμη ἔχουσα τὴν λαμπάδα καὶ τὸ ἔλαιον ἐν τῷ ἀγγείῳ, εἰ οἶδας, τί ἐστιν· «αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι», εἰ ἐνεδύσω τὸ «ἔνδυμα» τοῦ «γάμου», εἰ τούτων πάντων διὰ τῆς ἐν καρδίᾳ ἐνεργείας πεῖραν ἔλαβες, δυνήσῃ ἀξίως νυμφευθῆναι τῷ ἐπουρανίῳ νυμφίῳ, εἰ δὲ μήγε, κἂν ἐγὼ σιωπήσω, «οἱ λίθοι κεκράξονται».