Τεῖχος εἶ τῶν παρθένων, θεοτόκε παρθένε, καὶ πάντων τῶν εἰς σὲ προσφευγόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής, ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ δείξας προσφωνεῖν σοι πάντας· ”Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας· χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος· χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν· χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα· χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς κυρίῳ ἁρμόζουσα· χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων· |χαῖρε, νύμφη ἀνύμφευτε.“: