Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Λειτουργικὸν ὑπόμνημα (Νόθος)
Εισαγωγή: Η προέλευση της Θείας Λειτουργίας
Αναφορά στην αποστολική και πατερική προέλευση και διαμόρφωση των λειτουργικών ευχών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εισαγωγή: Η προέλευση της Θείας Λειτουργίας
Αναφορά στην αποστολική και πατερική προέλευση και διαμόρφωση των λειτουργικών ευχών.
Σωφρονίου πατριάρχου Ἱεροσολύμων λόγος περιέχων τὴν ἐκκλησιαστικὴν ἅπασαν ἱστορίαν καὶ λεπτομερῆ ἀφήγησιν πάντων τῶν ἐν τῇ θείᾳ ἱερουργίᾳ τελουμένων αʹ. Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὑποσχομένου καὶ εἰπόντος, «Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, ἐκεῖνος διδάξει ὑμᾶς, καὶ ὑπομνήσει πάντα ἃ εἶπον ὑμῖν, καὶ τ’ ἄλλα ἀναγγελεῖ ὅσα ἀκούειν καὶ βαστάζειν ἄρτι οὐ δύνασθε·» μετὰ τὴν ἐπιφοίτησιν τοῦ Παρακλήτου, ἀρχιερεῖς οἱ ἀπόστολοι ἐχρημάτισαν, τοῦ ἐν εἴδει πυρίνων γλωσσῶν ἐνοικήσαντος ἐν αὐτοῖς θείου Πνεύματος, διδάσκοντος αὐτοὺς καὶ προχειρισαμένου εἰς ἓν ἕκαστον ἔθνος, οὗ τὴν διάλεκτον λαλεῖν τούτους ἐσόφισεν· ἐποίουν οὖν εὐχὰς μυστηρίων θείας ἱερουργίας καταλλήλους τῇ καρτερίᾳ τοῦ ἔθνους, καὶ τοῖς καιροῖς τῶν περιστάσεων, καὶ ταῖς ἐνέδραις τῶν διωκόντων· καὶ ἐν μὲν ταῖς εὐχαῖς καὶ ταῖς ἐκφωνήσεσιν ἴσως διέφερον ἀλλήλων· ὁ δέ γε τύπος τῆς παραδόσεως τῶν μυστηρίων παρὰ πάντων ἀπαραλλάκτως ὁ αὐτὸς ἐτελεσιουργεῖτο, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο παρέδωκε.
Μετὰ δὲ τοὺς θεηγόρους ἀποστόλους τινὲς τῶν θείων Πατέρων ἰδιάζοντες, ἕκαστος εὐχὰς ἐποιεῖτο καὶ ἐκφωνήσεις, καὶ ἀπηρτισμένην ἱερουργίας ἀκολουθίαν· ὡς ὁ ἐν ἁγίοις ἐπιφανὴς Ἐπιφάνιος, καὶ ὁ μέγας Βασίλειος, καὶ ὁ θεῖος Χρυσόστομος· πάντες δ’ ὅμως ἐκ τῶν ναμάτων τῆς ζωηῤῥύτου πηγῆς τοῦ Παρακλήτου ἠρύσαντο διδάγματα· ἅπερ ἡ τῶν ὀρθοδόξων Ἐκκλησία ὡς παρ’ αὐτοῦ τοῦ Χριστοῦ λεχθέντα τε καὶ πραχθέντα ἐδέξατο· καὶ νῦν πρὸ τῶν ἄλλων ἡ ἱερουργία τοῦ Μεγάλου Βασιλείου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου κρατεῖ μετὰ τῶν προηγιασμένων, ἥν τινες Ἰακώβου μὲν εἶναί φασιν τοῦ ὀνομασθέντος ἀδελφοῦ τοῦ Κυρίου, ἕτεροι δὲ Πέτρου τοῦ κορυφαίου, καὶ ἅλλοι ἄλλως.
著作
文本
在新窗口中打开相关段落。