Εἴ τις ποιήσει μετὰ ἑτέρου, καὶ ἀποθάνῃ τὸ ἓν μέρος, ἵνα ποιήσῃ ἐπιτίμιον ὁ ζῶν, ἤτοι παρηγγέλθη ὑπὸ τοῦ πνευματικοῦ, καὶ χρόνον ἕνα εὐχόμενος ὑπὲρ τοῦ τελευτήσαντος. Τοῖς διδοῦσι χρήματα πρὸς τὸ διαφυγεῖν βασάνους, οὐκ ἔστιν ἔγκλημα· εἵλοντο γὰρ χρήματα ζημιωθῆναι ἢ ψυχήν· καὶ λύτρον ἀνδρὸς ὁ ἴδιος πλοῦτος. Οὐδὲ τοῖς τῇ φυγῇ τὴν σωτηρίαν πορισαμένοις ἔστιν ἐγκαλεῖν, κἂν ἀντ’ αὐτῶν ἕτεροι κατεσχέθησαν· ἠδύναντο γὰρ κἀκεῖνοι φυγεῖν. Εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡς δῆθεν ἐπ’ ἐγκλήματι τοῦ οἰκείου κατεγνωκὼς ἐπισκόπου πρὸ συνοδικῆς διαγνώσεως ἀποστῇ τῆς αὐτοῦ κοινωνίας, καὶ μὴ ἀναφέρῃ τὸ ὄνομα αὐτοῦ, καθαιρείσθω.