Ἐπειδὴ δὲ πάντων πλέον ἐκ προγόνων σου ταῖς δωρεαῖς ἐνεβρύνθημεν, καὶ οἴκοθεν τοῦτο δρᾷν οὐ δυνάμενοι, πάλιν ἐπὶ σὲ τὸν φιλόδωρον τρέχομεν, καὶ σὲ γενέσθαι χορηγὸν ἡμῖν τῶν ἐπαίνων αἰτούμεθα.
Ἵνα μή σε μόνον τοῖς ἐξ ἡμῶν λόγοις γεραίροντες, ὑβρισταί τινες εἶναι τῆς μικροπρεπείας τῶν λόγων καὶ ἀτιμίας δόξωμεν, ἢ ἐπαινέται τε καὶ εὐχάριστοι, παρὰ τοῖς οὐκ εἰδόσι τὴν ἡμῶν ἐν λόγοις εὐτέλειαν, ἀλλὰ τῷ μεγέθει ἢ ἀξίᾳ τοῦ τιμωμένου ἀπαιτοῦσιν εἶναι τὸν λόγον ἐφάμιλλον· καὶ μὴ διδοῦσι συγγνώμην τῇ προθέσει τοῦ λέγοντος, τοῦ πόθου τὴν φλόγα μὴ φερούσῃ, εἰ τὸ ὑπὲρ αὐτὴν ἐκ βίας ἐφάπτοιτο. Ὅτι μὲν γὰρ οἵ σε ταῖς εὐφημίαις στεφανοῦν ἐθελήσοιεν πόῤῥω που τῆς ἀξίας καὶ πάνυ μακρὸν ἀπολείπονται, οὐκέτι οὐδεὶς ὡς οὐχ ὅλῳ κηρύξειε τῷ στόματι, εἰ μὴ μέμηνε καὶ τοῦ κατὰ φύσιν ἐξέστη φρονήματος. Τί οὖν χρὴ διαπράττεσθαι τὸν οἷον ἐμὲ μυρίοις σου καθ’ ὥραν ἑκάστην δωρεαῖς, ὥσπερ τι δένδρον παρ’ ὕδασι τὴν φυτείαν λαχὸν, ἀρδευόμενον καὶ ἀλήκτως παραῤῥέουσαν ἔχοντα τῆς σῆς ἐνεργητικῆς χύσεως τὴν ἐπίδοσιν; Ἆρα σιγᾷν καὶ μηδὲν ὅλως βοᾷν χαριστήριον ὅτι κατ’ ἀξίαν μὴ δεδύνηται, ἢ βοᾷν ὡς οἷός τε εἴη καὶ δύνηται, καὶ ταύτῃ δεικνύναι τῆς ἐνούσης αὐτῷ γνώμης τὸ ἄσχετον; κἂν ἡ βοὴ ταύτης τὸ μέγεθος δι’ οἰκείαν φανεροῦν μὴ ἰσχύσῃ σμικρότητα.