Καὶ μεθ’ ἕτερα.
Ζεβεδαίου Ἰωάννης παῖς καὶ Σαλώμης προέλαμψεν.
Αὕτη γὰρ καὶ τῆς μητρὸς ἡ προσηγορία ἐπεφώρατο καθάπερ καὶ ταύτην οἱ Πνεύματι Θεοῦ λαλοῦντες Πατέρες ἐφώρασαν ἅγιοι. Ὅθεν καὶ εὐκληρίαν ἄλλην, κλήρῳ πάσης εὐκληρίας πολλῷ κρείττονά τε καὶ μείζονα. Αὕτη δὲ ἦν ἡ τῆς τεκούσης μητρὸς ἀδελφότητος εὔκλεια. Σαλώμη γὰρ ἡ τὸν μέγαν Ἰωάννην κυήσασα, τοῦ μὲν Ἰωσὴφ θυγάτηρ ἐγένετο, ὃς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ πατὴρ ἐνομίζετο, ὡς ὁ πάνσοφος Λουκᾶς ἀπεγράψατο. Οὐ γὰρ ἦν πατὴρ ἔργῳ καὶ πράγματι· ἐπεὶ οὐδὲ τὴν ἀληθῶς Θεοτόκον καὶ ἀειπαρθένον Μητέρα τοῦ Κυρίου τὸ σύνολον ἔγνωκεν, ἢ τῆς ἀχράντου καὶ παρθενικῆς αὐτὴν ἀπεγύμνωσε χάριτος. Ἰακώβου δὲ καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Συμεῶνος, καὶ μὴν καὶ Μαρίας καὶ Ἄννης ἦν ἀδελφὴ γνησία καὶ σύγκληρος οὓς καὶ Πατέρες οἱ ἔνθεοι ἀδελφοθέους καλῶς ὀνομάζουσι, μέχρις ὀνόματος καὶ μόνου τῷ τοιούτῳ κατακοσμοῦντες αὐτοὺς ἀξιώματι· ἐπειδὴ ὅλως ἐκ τοῦ παρὰ ἀνθρώποις νομισθέντος εἶναι τοῦ Χριστοῦ καὶ κληθέντος ἐν τοῖς Εὐαγγελίοις πατρὸς ἀπετέχθησαν καθὰ τὸν Ἰωσὴφ καὶ ἡ πάναγνος αὕτη καὶ πανάχραντος Παρθένος Θεομήτωρ προσαγορεύουσα φαίνεται, ἢ μηδαμῶς ἄνδρα τὸ παράπαν γινώσκουσα· «Τέκνον γὰρ, φησὶ, καὶ ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε.»